Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. διήγησις εὐσεβοῦς διὰ παντὸς σοφία,
  2. ὁ δὲ ἄφρων ὡς σελήνη ἀλλοιοῦται.
[*](U+05D0Α)[*](29 πλημμελιας U+05D0 | καπηλος Βc? U+05D0A] καμηλος B* XXVII 1 αδια- φορου] διαφορου U+05D0* (αδιαφ U+05D0c.a) | ημαρτον] μ saltem sup ras B? 2 λιθων] λιθινων U+05D0c.a | παγησεται] αγησ sup ras Aᵃ 4 σησματι BU+05D0Α | κοσκινου κοκκινου U+05D0* (κοσκ. U+05D0c.a) 5 δοκιμαζει] δοκιμα U+05D0* (-μαζι U+05D0c.a) δοκειμασει A | διαλογισμω] λογισμω BU+05D0c.aA 6 καρδια A 7 λογισμου] λ sup ras A | επαινεσῃς] επαινει A 8 το δικαιον] in τ ras aliq B?vid 9 αυ- τοις] ουτων A | αληθεια] η αληθια U+05D0 10 αμαρτια ΚΑ | αδικα] αδικια U+05D0* αδιλιαν U+05D0c.a 11 ευσεβους] σοφου A)
699
  1. εἰς μέσον ἀσυνέτων συντήρησον καιρόν,
  2. [*](B)
  3. εἰς μέσον δὲ διανοουμένου ἐνδελέχιζε.
  1. διήγησις μαορῶν προσόχθισμα,
  2. καὶ ὁ γέλως αὐτῶν ἐν σπατάλῃ ἁμαρτίας.
  1. λάλα πολυόρκου ὀρθώσει τρίχας.
  2. καὶ ἡ μάχη αὐτῶν ἐνφραγμὸς ὠτίων.
  1. ἕκχυσις αἵματος μάχη ὑπερηφάνων,
  2. καὶ ἡ διαλοιδόρησις αὐτῶν ἀκοὴ μοχθηρά.
  1. Ὁ ἀποκαλύπτων μυστήρια ἀπώλεσεν πίστιν,
  2. καὶ οὐ μὴ εὕρῃ φίλον πρὸς τὴν ψυχὴν αὐτοῦ.
  1. στέρξον φίλον καὶ πιστώθητι μετʼ αὐτοῦ·
  2. (19)ἐὸν δὲ ἀποκαλύψῃς τὰ μυστήρια αὐτοῦ,
  3. οὐ μὴ καταδιώξῃς ὀπίσω αὐτοῦ.
  1. καθὼς γὰρ ἀπώλεσεν ἄνθρωπος τὸν ἐχθρὸν αὐτοῦ,
  2. οὕτως ἀπώλεσας τὴν φιλίαν τοῦ πλησίον·
  1. §19καὶ ὡς πετεινὸν ἐκ χειρός σου ἀπέλυσας,
  2. οὕτως ἀφῆκας τὸν πλησίον, καὶ οὐ θηρεύσεις αὐτόν.
  1. μὴ αὐτὸν διώξῃς, ὅτι μακρὰν ἀπέστη,
  2. καὶ ἐξέφυγεν ὡς δορκὰς ἐκ παγίδος.