Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- χάριν ἀδιαφόρου πολλοὶ ἥμαρτον,
- καὶ ὁ ζητῶν πληθῦναι ἀποστρέψει ὀφθαλμόν.
- ἀνὰ μέσον ἁρμῶν λίθων παγήσεται πάσσαλος,
- καὶ ἀνὰ μέσον πράσεως καὶ ἀγορασμοῦ συντριβήσεται
- ἁμαρτία.
- ἐὰν μὴ ἐν φόβῳ Κυρίου κρατήσῃ κατὰ σπουδήν,
- ἐν τάχει καταστραφήσεται αὐτοῦ ὁ οἶκος.
- ἐν σείσματι κοσκίνου διαμένει κοπρία,
- οὕτως σκύβαλα ἀνθρώπου ἐν λογισμῷ αὐτοῦ.
- σκεύη κεραμέως δοκιμάζει κάμινος,
- καὶ πειρασμὸς ἀνθρώπου ἐυ διαλογισμῷ αὐτοῦ.
- γεώργιον ξύλου ἐκφαίνει ὁ καρπὸς αὐτοῦ,
- οὕτως λόγος ἐνθυμήματος καρδίας ἀνθρώπου.
- πρὸ λογισμοῦ μὴ ἐπαινέσῃς ἄνδρα,
- οὗτος γὰρ πειρασμὸς ἀνθρώπων.
- ἐὰν διώκῃς τὸ δίκαιον, καταλήμψῃ,
- καὶ ἐνδύσῃ αὐτὸ ὡς ποδήρη δόξης.
- πετεινὰ πρὸς τὰ ὅμοια αὐτοῖς καταλύσει,
- καὶ ἀλήθεια πρὸς τοὺς ἐργαζομένους αὐτὴν ἐπανήξει.
- λέων θῆραν ἐνεδρεύει,
- οὕτως ἁμαρτίαι ἐργαζομένους ἄδικα.
- διήγησις εὐσεβοῦς διὰ παντὸς σοφία,
- ὁ δὲ ἄφρων ὡς σελήνη ἀλλοιοῦται.
699
- εἰς μέσον ἀσυνέτων συντήρησον καιρόν, [*](B)
- εἰς μέσον δὲ διανοουμένου ἐνδελέχιζε.
- διήγησις μαορῶν προσόχθισμα,
- καὶ ὁ γέλως αὐτῶν ἐν σπατάλῃ ἁμαρτίας.
- λάλα πολυόρκου ὀρθώσει τρίχας.
- καὶ ἡ μάχη αὐτῶν ἐνφραγμὸς ὠτίων.
- ἕκχυσις αἵματος μάχη ὑπερηφάνων,
- καὶ ἡ διαλοιδόρησις αὐτῶν ἀκοὴ μοχθηρά.
- Ὁ ἀποκαλύπτων μυστήρια ἀπώλεσεν πίστιν,
- καὶ οὐ μὴ εὕρῃ φίλον πρὸς τὴν ψυχὴν αὐτοῦ.
- στέρξον φίλον καὶ πιστώθητι μετʼ αὐτοῦ·
- (19)ἐὸν δὲ ἀποκαλύψῃς τὰ μυστήρια αὐτοῦ,
- οὐ μὴ καταδιώξῃς ὀπίσω αὐτοῦ.
- καθὼς γὰρ ἀπώλεσεν ἄνθρωπος τὸν ἐχθρὸν αὐτοῦ,
- οὕτως ἀπώλεσας τὴν φιλίαν τοῦ πλησίον·
- §19καὶ ὡς πετεινὸν ἐκ χειρός σου ἀπέλυσας,
- οὕτως ἀφῆκας τὸν πλησίον, καὶ οὐ θηρεύσεις αὐτόν.
- μὴ αὐτὸν διώξῃς, ὅτι μακρὰν ἀπέστη,
- καὶ ἐξέφυγεν ὡς δορκὰς ἐκ παγίδος.