Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. 6ἄλγος καρδίας καὶ πένθος γυνὴ ἀντίζηλος ἐπὶ γυναικί,
  2. καὶ μάστιξ γλώσσης πᾶσιν ἐπικοινωνοῦσα.
  1. βοοζύγιον σαλευόμενον γυνὴ πονηρά,
  2. ὁ κρατῶν αὐτῆς ὡς ὁ δρασσόμενος σκορπίου.
  1. ὀργὴ μεγάλη γυνὴ μέθυσος,
  2. καὶ ἀσχημοσύνην αὐτῆς οὐ συνκαλύψει.
  1. πορνεία γυναικὸς ἐν μετεωρισμοῖς ὀφθαλμῶν,
  2. καὶ ἐν τοῖς βλεφάροις αὐτῆς γνωσθήσεται.
  1. ἐπ ὶ θυγατρὶ ἀδιατρέπτως στερέωσον φυλακήν,
  2. ἵνα μὴ εὑροῦσα ἄνεσιν ἑαυτῇ χρήσηται·