Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- ὀπίσω ἀναιδοῦς ὀφθαλμοῦ φύλαξαι,
- καὶ μὴ θαυμάσῃς ἐὰν εἰς σὲ πλημμελήσῃ·
- ς διψῶν ὁδοιπόρος τὸ στόμα ἀνοίγει,
- καὶ ἀπὸ παντὸς ὕδατος τοῦ σύνεγγυς πίεται,
- κατέναντι παντὸς πασσάλου καθήσεται,
- καὶ ἔναντι βέλους ἀνοίξει φαρέτραν.
- χάρις γυναικὸς τέρψει τὸν ἄνδρα αὐτῆς,
- καὶ τὰ ὀστᾶ αὐτοῦ πιανεῖ ἡ ἐπιστήμη αὐτῆς.
- δόσις Κυρίου γυνὴ σιγηρά,
- (8)καὶ οὐκ ἔστιν ἀντάλλαγμα πεπαιδευμένης ψυχῆς·
- χάρις ἐπὶ χάριτι γυνὴ αἰσχυντηρά,
- καὶ οὐκ ἔστιν σταθμὸς πᾶς ἄξιος ἐγκρατοῦς ψυχῆς.