Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. στέφανος γερόντων πολυπειρία,
  2. καὶ τὸ καύχημα αὐτῶν φόβος Κυρίου.
  1. Ἐννέα ὑπονοήματα ἐμακάρισα ἐν καρδίᾳ,
  2. καὶ τὸ δέκατον ἐρῶ ἐπὶ γλώσσης·
  3. (10)Μνθρωπος εὐφραινόμενος ἐπὶ τέκνοις,
  4. ζῶυ καὶ βλέπων ἐπὶ πτώσει ἐχθρῶν·
  1. μακάριος ὁ συνοικῶν γυναικὶ συνετῇ,
  2. καὶ ὸς ἐν γλωσσῃ οὐκ λίσθησεν,
  3. καὶ ὅς οὐκ ἐδούλευσεν ἀναξίῳ αὐτοῦ·
  1. μακάριος ὁς εὗρεν φρόνησιν,
  2. καὶ ὁ διηγούμενος εἰς ὥτα ἀκουόντων·
  1. ὁὡι μέγας ὁ εὑρών σοφίαν,
  2. ἀλλʼ οὐκ ἔστιν ὑπέρ τὸν φοβούμενον τὸν κύριον·
  1. φόβος Κυρίου ὑπέρ πᾶν ὑπερέβαλεν,
  2. ὁ κρατῶυ αὐτοῦ τίνι ὁμοιωθήσεται;
  1. Ιᾶσαν πληγήν, καὶ μὴ πληγὴν καρδίας·
  2. καὶ πᾶσαν πονηρίαν, καὶ μὴ πονηρίαν γυναικῆς·
  1. ετᾶσαν ἐπαγωγήν, καὶ μὴ ἐπαγωγὴν μισούντων·
  2. (21)καὶ πᾶσαν ἐκδίκησιν, καὶ μὴ ἐκδίκησιν ἐχθρῶν.
  1. οὐκ ἔστιν κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως,
  2. καὶ οὐκ ἔστιν θυμὸς ὑπέρ θυμὸν ἐχθροῦ.
  1. συνοικῆσαι λέοντι καὶ δράκοντι εὐδοκήσω
  2. ἤ ἐνοικῆσαι μετὰ γυναικὸς πονηρᾶς.
  1. πονηρία γυναικὸς ἀλλοιοῖ τὴν ὄρασιν αὐτῆς,
  2. καὶ σκοτοῖ τὸ πρόσωπον αὐτῆς ὡς σάκκον·
[*](5 δεδοξασμένοις διανοῇ sup ras B¹ (vid) 6 πουπειρια B* (πολυπ. Bᵃᵇ) U+05D0A 7 υπονοηματα] adscr ανῦπονοητα U+05D0c.a | καρδια] κ. μου Κ τη κ. μου A | επι 1⁰] απο A 8 αναξιω] αξιω (αναξ. U+05D0c.a postea restit αξ.) | αυτου] εαυτου A 9 μακαριος] + ανηρ U+05D0* (improb αν.U+05D0c.a) | δηγ. U+05D0* (ι superscr U+05D0?) 11 αυτου τ. ομοιωθ. sup ras Bᵃᵇ 14 πασον 1⁰] pr και U+05D0Α 16 ευδοκησω] κησαι U+05D0c.a A (-σε) | ενοικησαι] συνοικησαι B A 17 ως σακκον] ως αρκος U+05D0Α)
696
[*](B)
  1. ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ (25)ἀναπεσεῖται ὁ ἀνὴρ αὐτῆς,
  2. καὶ ἀκούσας ἀνεστέναξεν πικρά.
  1. μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός,
  2. κλῆρος ἁμαρτωλοῦ ἐπιπέσοι αὐτῇ.
  1. ἀνάβασις ἀμμώδης ἐν ποσὶν πρεσβυτέρου,
  2. οὕτως γυνὴ γλωσσώδης ἀνδρὶ ἡσύχᾳῃλ
  1. μὴ προσπέσῃς ἐπὶ κάλλος γυναικός,
  2. καὶ γυναῖκα μὴ ἐπιποθήσῃς.
  1. ὀργὴ καὶ ἀναίδεια καὶ αἰσχύνη μεγάλη
  2. πγυνὴ ἐὰν ἐπιχορηγῇ τῷ ἀνδρὶ αὐτῆς.
  1. καρδία ταπεινὴ καὶ πρόσωπον σκυθρωπὸν
  2. καὶ πληγὴ καρδίας γυνὴ πονηρά·
  3. (32)χεῖρες παρειμέναι καὶ γόνατα παραλελυμένα,
  4. ἥτις οὐ μακαριεῖ τὸν ἄνδρα αὐτῆς.
  1. ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας.
  2. καὶ δι αὐτὴν ἀποθνήσκομεν πάντες.
  1. μὴ δῷς υδατι διέξοδον,
  2. μηδέ γυναικὶ πονηρῷ ἐξουσίαν·
  1. εἰ μὴ πορεύεται κατὰ χεῖρά σου,
  2. (36)ἀπὸ τῶν σαρκῶν σου ἀπότεμε αὐτήν.