Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- καὶ ἐρρίζωσα ἐν λαῷ δεδοξασμένῳ. [*](B)
- ἐν μερίδι Κυρίου κληρονομίας αὐτοῦ.
- ὡς κέδρος ἀνυψώθην ἐν τῷ ΑΛιβάνῳ,
- καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν Ἀερμών·
- ὁς φοίνιξ ἀνυψώθην ἐν αἰγιαλοῖς,
- καὶ ὡς φυτὰ ὸόδου ἐν Ἰερειχώ·
- (19)ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίῳ,
- καὶ ἀνυψώθην ὡς πλάτανος.
- ὁὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων δέδωκα ὀσμήν,
- καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν,
- ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτή,
- καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ·
- ἐγὼ ὡς τερέμινθος ἐξέτεινα κλάδους μου,
- καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος.
- ἐγὼ ὡς ἄμπελος βλαστήσασα χάριν.
- καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου.
- προσέλθετε πρὸς μέ, οἱ ἐπιθυμοῦντές μου,
- καὶ ἀπὸ τῶν γενημάτων μου ἐμπλήσθητε·
- τὸ γὰρ μνημόσυνόν μου ὑπέρ μέλι γλυκύ,
- καὶ ἡ κληρονομία μου ὑπέρ μέλιτος κηροῦ.
- οἱ ἐσθίοντές με ἔτι πεινάσουσιν,
- καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν·
- ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται,
- καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσιν.
- ταῦτα πάντα ββίδλος διαθήκης θεοῦ Ὑψίστου,
- νόμον ὃν ἐνετείλατο Μωυσῆς
- κληρονομίαν συναγωγαῖς Ἰακώβ·
- ὁ πιμπλῶν ὡς Φισὼν σοφίαν,
- καὶ ὡς Τίγρις ἐν ἡμέραις νέων·
694
[*](B)- ὁ ἀναπληρῶν ὡς Εὐφράτης σύνεσιν,
- καὶ ὡς Ἰορδάνης ἐν ἡμέραις θερισμοῦ·
- ὁ ἐκφαίνων ὡς φῶς παιδείαν,
- ὡς Γηὼν ἐν ἡμέραις τρυγητοῦ.
- οὐ συνετέλεσεν ὁ πρῶτος γνῶναι αὐτήν,
- καὶ οὕτως ὁ ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν·
- ἀπὸ γὰρ θαλάσσης ἐπληθύνθη διανόημα αὐτῆς,
- καὶ ἡ βουλὴ αὐτῆς ἀπὸ ἀβύσσου μεγάλης.
- κἀγὼ ὡς διῶρυξ ἀπὸ ποταμοῦ,
- καὶ ὡς ὑδραγωγὸς ἐξῆλθον εἰς παράδεισον·
- κἶπα Ποτιῶ μου τὸν κῆπον,
- καὶ μεθύσω μου τὴν πρασιάν·
- (43) καὶ ἰδοὺ ἐγένετό μοι ἡ διῶρυξ εἰς ποταμόν,
- καὶ ὁ ποταμός μου ἐγένετο εἰς θάλασσαν.
- ἔτι παιδείαν ὡς ὄρθρον φωτιῶ,
- καὶ ἐκφανῶ αὐτὰ ἕως εἰς μακράν·
- ἔτι διδασκαλίαν ὡς προφητείαν ἐκχεῶ,
- καὶ καταλείψω αὐτὴν εἰς γενεὰς αἰώνων.