Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- καὶ ὀφθαλμοὶ ἀνθρώπων ὁ φόβος αὐτοῦ,
- (28)καὶ οὐκ ἔγνω ὅτι ὀφθαλμοὶ Κυρίου μυριοπλασίως ἡλίου
- φωτεινότεροι,
- ἐπιβλέποντες πάσας ὁδοὺς ἀνθρώπων
- καὶ κατανοοῦντες εἰς ἀπόκρυφα μέρη.
- πρὶν ἢ κτισθῆναι τὰ πάντα ἔγνωσται αὐτῷ,
- οὕτως καὶ μετὰ τὸ συντελεσθῆναι.
- οὗτος ἐν πλατείαις πόλεως ἐκδικηθήσεται,
- καὶ οὗ οὐχ ὑπενόησεν πιασθήσεται.
- οὕτως καὶ γυνὴ καταλιποῦσα τὸν ἄνδρα
- καὶ παριστῶσα κληρονόμον ἐξ ἀλλοτρίου·
- πρῶτον μὲν γὰρ ἐν νόμῳ Ὑψίστου ἠπείθησεν,
- καὶ δεύτερον εἰς ἄνδρα ἑαυτῆς ἐπλημμέλησεν·
- καὶ τὸ τρίτον ἐν πορνείᾳ ἐμοιχεύθη,
- ἐξ ἀλλοτρίου ἀνδρὸς τέκνα παρέστησεν.
- αὕτη εἰς ἐκκλησίαν ἐξαχθήσεται,
- καὶ ἐπὶ τὰ τέκνα αὐτῆς ἐπισκοπὴ ἔσται·
- διαδώσουσιν τὰ τέκνα αὐτῆς εἰς ῥίζαν,
- καὶ οἱ κλάδοι αὐτῆς οὐ δώσουσιν καρπόν·
692
[*](B)- καταλείψει εἰς κατάραν τὸ μνημόσυνον αὐτῆς,
- καὶ τὸ ὄνειδος αὐτῆς οὐκ ἐξαλειφθήσεται·
- καὶ ἐπιγνώσονται οἵ καταλειφθέντες
- ὅτι οὐθὲν κρεῖττον φόβου Κυρίου,
- καὶ οὐθὲν γλυκύτερον τοῦ προσέχειν ἐντολαῖς Κυρίου.
- Αἵνεσις σοφίας.
- Ἡ σοφία αἰνέσει ψυχὴν αὐτῆς,
- καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται.
- ἐν ἐκκλησίὰ Ὑψἰστου στόμα αὐτῆς ἀνοίξει.
- καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται
- Ἐγὼ ἀπὸ στόματος Ὑψίστου ἐξῆλθον,
- (6)καὶ ὡς ὁμίχλη κατεκάλυψα γῆν·
- ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα,
- καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης·
- γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη,
- καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα·
- ἐν κύμασιν θαλάσσης (9)καὶ ἐν πάσῃ τῇ γῇ,
- (10)καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην·
- μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα,
- καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαις
- τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων,
- καὶ ὁ κτίσας με κατέπαυσεσ τὴν σκηνὴν μου
- (13)καὶ εἶπ εν Ἐν Ἰακὼβ κατασκήνωσον,
- καὶ ἐν Ἰσραὴλ κατακληρονομήθητι.
- πρὸ τοῦ αἰῶνος ἀπʼ ἀρχῆς ἔκτισέν με.
- καὶ ἕως αἰῶνος οὐ μὴ ἐκλίπαω.
- ἐν σκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα,
- (15)καὶ οὕτως ἐν Σειῶν ἐστηρίχθην·
- ἐν πόλει ἠγαπημένῃ ὀμοίαως με κατέπαυσεν,
- καὶ ἐν Ἰερουσαλὴμ ἡ ἐξουσία μου·