Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. μουσικὰ ἐν πένθει ἄκαιρος διήγησις.
  2. μάστιγες καὶ παιδεία ἐν παντὶ καιρῷ σοφίας.
  1. συνκολλῶν ὄστρακον ὁ διδάσκων μαορόν,
  2. (8)ἐξεγείρων καθεύδοντα ἐκ βαθέος ὕπνου·
  1. διηγούμενος νυστάζοντι ὁ διηγούμενος μωράῷ.
  2. καὶ ἐπὶ συντελείᾳ ἐρεῖ Τί ἐστιν
  1. ἐπὶ νεκρῷ κλαῦσον, ἐξέλιπεν γὰρ φῶς·
  2. καὶ ἐπὶ μωρῷ κλαῦσον, ἐξέλιπεν γὰρ σύνεσιν·
  3. (11)ἥδιον κλαῦσον ἐπὶ νεκρῷ, ὅτι ἀνεπαύσατο,
  4. (12)τοῦ δέ μωροῦ ὑπέρ θάνατον ἡ ζωὴ πονηρά.
  1. ¹²πένθος νεκροῦ ἑπτὰ ἡμέραι,
  2. μωροῦ δὲ καὶ ἀσεβοῦς πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτοῦ.