Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Λίθῳ ἠρδαλωμένῳ συνεβλήθη ὀκνηρός.
  2. καὶ πᾶς ἐκσυριεῖ ἐπὶ τῇ ἀτιμίᾳ αὐτοῦ.
  1. βολβίτῳ κοπρίων συνεβλήθη ὀκνηρός.
  2. πᾶς ὁ ἀναιρούμενος αὐτὸν ἐκτινάξει χεῖρα.
  1. αἰσχύνη πατρὸς ἐν γεννήσει ἀπαιδεύτου,
  2. θυγάτηρ δὲ ἐπʼ ἐλαττώσει γίνεται.
  1. θυγάτηρ φρονίμη κληρονομήσει ἄνδρα αὐτῆς,
  2. καὶ ἡ καταισχύνουσα εἰς λύπην γεννήσαντος·
  1. πατέρα καὶ ἄνδρα καταισχύνει ἡ θρασεῖα,
  2. καὶ ὑπὸ ἀμφοτέρων ἀτιμασθήσεται.