Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. τοὺς ἐκδεχομένους παιδείαν ἐλεῷ,
  2. καὶ τοὺς κατασπεύδοντας ἐπὶ τὰ κρίματα αὐτοῦ.
  1. Τέκνον, ἐν ἀγαθοῖς μὴ δῷς μῶμον.
  2. καὶ ἐν πάσῃ δόσει λύπην λόγων.
  1. οὐχὶ καύσαωνα ἀναπαύσει δρόσος;
  2. οὕτως κρείσσων λόγος ἣ δόσις,
  1. οὐκ ἰδοὺ λόγος ὑπέρ δόμα ἀγαθόν;
  2. καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ.
  1. μωρὸς ἀχαρίστως ὀνειδιεῖ,
  2. καὶ δόσις βασκάνου ἐκτήκει ὀφθαλμούς.
  1. πρὶν ἢ λαλῆσαι μάνθανε,
  2. καὶ πρὸ ἀρρωστείας θεραπεύου·
  1. πρὸ κρίσεως ἐξέταζε σεαυτόν,
  2. καὶ ἐν ὥρᾳ ἐπισκοπῆς εὑρήσεις ἐξιλασμόν·
  1. πρὶν ἀρρωστῆσαί σε ταπεινώθητι,
  2. [*](7 συντελέσει A | αρχεται] ερχεη A | απορρηθησεται AC 8 τι 1⁰] τις U+05D0AC U+05D0* (ras ς U+05D0?) 9 ανθρωπου] αυτου C 10 om εν U+05D0* (lab U+05D0c.a) | ημεραις C 11 Κυριος] pr ο U+05D0 12 ιδεν...πονηρα, δια τουτο...αυτου] pr asteriscos U+05D0 ᵃ | ειδεν U+05D0 | αυτων] ων sup ras A ( του A*ᵛⁱid) 13 om και 3⁰ U+05D0c.a ᵃC | αυτου 2⁰] ουτων C 14 παιδιαν U+05D0AC | ελεει Bᵃᵇ 15 τεκνον] pr tit εγκρατεια ψυχης U+05D0 | λογω C 16 καυσωναναπ. AC 17 δομα αγα- θον] μα α sup ras A | παρα bis scr C 10 om η U+05D0 | αρρωστιις BbU+05D0A 20 εξιλασμον] ιλασμον A)
    680
    [*](B)
  3. καὶ ἐν καιρῷ ἁμαρτημάτων δεῖξον ἐπιστροφήν.
  1. μὴ ἐμποδισθῇς τοῦ ἀποδοῦναι εὐχὴν εὐκαίρως,
  2. καὶ μὴ μείνῃς ἕως θανάτου δικαιωθῆναι·
  1. πρὶν εὔξασθαι ἑτοίμασον σεαυτόν,
  2. καὶ μὴ γίνου ὡς ἄνθρωπος πειράζων τὸν κύριον.
  1. μνήσθητι θυμοῦ ἐν ἡμέραις τελευτῆς,
  2. καὶ καιρὸν ἐκδικήσεως ἐν ἀποστροφῇ προσώπου.
  1. μνήσθητι καιρὸν λιμοῦ ἐν καιρῷ πλησμονῆς,
  2. πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέραις πλούτου.
  1. ἀπὸ πρωίθεν ἕως ἑσπέρας μεταβάλλει καιρός.
  2. καὶ πάντα ἐστὶν ταχινὰ ἔναντι Κυρίου.
  1. ἄνθρωπος σοφὸς ἐν παντὶ εὐλαβηθήσεται,
  2. καὶ ἐν ἡμέραις ἁμαρτιῶν προσέξει ἀπὸ πλημμελίας.
  1. πᾶς συνετὸς ἔγνω σοφίαν,
  2. καὶ τῷ εὑρόντι αὐτὴν δώσει ἐξομολόγησιν.
  1. συνετοὶ ἐν λόγοις καὶ αὐτοὶ ἐσοφίσαντο,
  2. καὶ ἀνώμβρησαν παροιμίας ἀκριβεῖς.
  3. Ἐγκράτεια ψυχῆς.
  1. Ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου,
  2. καὶ ἀπὸ τῶν ὀρέξεων σου κωλύου·
  1. ἐὰν χορηγήσεις τῇ ψυχῇ σου εὐδοκίαν ἐπιθυμίας,
  2. ποιήσει σε ἐπίχαρμα τῶν ἐχθρῶν σου.
  1. μὴ εὐφραίνου ἐπὶ πολλῇ τρυφῇ.
  2. μὴ προσδεθῇς συμβολῇ αὐτῆς·
  1. μὴ γίνου πτωχὸς συμβολοκοπῶν ἐκ δανισμοῦ,
  2. καὶ οὐδέν σοί ἐστιν ἐν μαρσιππίῳ.