Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- Ὁ ζῶν εἰς τὸν αἰῶνα ἔκτισεν τὰ πάντα κοινῇ·
- Κύριος μόνος δικαιωθήσεται.
- οὐθενὶ ἐξεποίησεν ἐξαγγεῖλαι τὰ ἔργα αὐτοῦκαὶ
- (³)τίς ἐξιχνιάσει τὰ μεγαλεῖα αὐτοῦ;
- κράτος μεγαλωσύνης αὐτοῦ τίς ἐξαριθμήσεται;
- καὶ τίς προσθήσει ἐκδιηγήσασθαι τὰ ἐλέη αὐτοῦ
- οὐκ ἔστιν ἐλαττῶσαι οὐδὲ προσθεῖναι,
- καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ θαυμάσια τοῦ κυρίου·
679
- ὅταν συντελέσῃ ἄνθρωπος τότε ἄρχεται, [*](B)
- καὶ ὅταν παύσηται τότε ἀπορηθήσεται.
- τί ἄνθρωπος καὶ τί ἡ χρῆσις αὐτοῦ;
- τί τὸ ἀγαθὸν αὐτοῦ, καὶ τί τὸ κακὸν αὐτοῦ;
- ἀριθμὸς ἡμερῶν ἀνθρώπου πολλὰ ἔτη ἑκατόν·
- ὡς σταγὼν ὕδατος ἀπὸ θαλάσσης καὶ ψῆφος ἄμμου.
- οὕτως ὀλίγα ἔτη ἐν ἡμέρᾳ αἰῶνος.
- διὰ τοῦτο ἐμακροθύμησεν Κύριος ἐπʼ αὐτοῖς.
- καὶ ἐξέχεεν ἐπʼ αὐτοὺς τὸ ἔλεος αὐτοῦ·
- ἴδεν καὶ ἐπέγνω τὴν καταστροφὴν αὐτῶν ὅτι πονηρά,
- (¹¹)διὰ τοῦτο ἐπλήθυνεν τὸν ἐξιλασμὸν αὐτοῦ.
- ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ,
- ἔλεος δέ Κυρίου ἐπὶ πᾶσαν σάρκα·
- (¹³) ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων
- καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ.
- τοὺς ἐκδεχομένους παιδείαν ἐλεῷ,
- καὶ τοὺς κατασπεύδοντας ἐπὶ τὰ κρίματα αὐτοῦ.
- Τέκνον, ἐν ἀγαθοῖς μὴ δῷς μῶμον.
- καὶ ἐν πάσῃ δόσει λύπην λόγων.
- οὐχὶ καύσαωνα ἀναπαύσει δρόσος;
- οὕτως κρείσσων λόγος ἣ δόσις,
- οὐκ ἰδοὺ λόγος ὑπέρ δόμα ἀγαθόν;
- καὶ ἀμφότερα παρὰ ἀνδρὶ κεχαριτωμένῳ.
- μωρὸς ἀχαρίστως ὀνειδιεῖ,
- καὶ δόσις βασκάνου ἐκτήκει ὀφθαλμούς.
- πρὶν ἢ λαλῆσαι μάνθανε,
- καὶ πρὸ ἀρρωστείας θεραπεύου·
- πρὸ κρίσεως ἐξέταζε σεαυτόν,
- καὶ ἐν ὥρᾳ ἐπισκοπῆς εὑρήσεις ἐξιλασμόν·
- πρὶν ἀρρωστῆσαί σε ταπεινώθητι, [*](7 συντελέσει A | αρχεται] ερχεη A | απορρηθησεται AC 8 τι 1⁰] τις U+05D0AC U+05D0* (ras ς U+05D0?) 9 ανθρωπου] αυτου C 10 om εν U+05D0* (lab U+05D0c.a) | ημεραις C 11 Κυριος] pr ο U+05D0 12 ιδεν...πονηρα, δια τουτο...αυτου] pr asteriscos U+05D0 ᵃ | ειδεν U+05D0 | αυτων] ων sup ras A ( του A*ᵛⁱid) 13 om και 3⁰ U+05D0c.a ᵃC | αυτου 2⁰] ουτων C 14 παιδιαν U+05D0AC | ελεει Bᵃᵇ 15 τεκνον] pr tit εγκρατεια ψυχης U+05D0 | λογω C 16 καυσωναναπ. AC 17 δομα αγα- θον] μα α sup ras A | παρα bis scr C 10 om η U+05D0 | αρρωστιις BbU+05D0A 20 εξιλασμον] ιλασμον A)
- καὶ ἐν καιρῷ ἁμαρτημάτων δεῖξον ἐπιστροφήν.
680
[*](B)