Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἵνα διηγῶνται τὰ μεγαλεῖα τῶν ἔργων αὐτοῦ.
  1. προσέθηκεν αὐτοῖς ἐπιστήμην,
  2. καὶ νόμον ζωῆς ἐκληροδότησεν αὐτοῖς·
  1. §¹²διαθήκην αἰῶνος ἔστησεν μετʼ αὐτῶν,
  2. [*](§C)
  3. καὶ τὰ κρίματα αὐτοῦ ὑπέδειξεν αὐτοῖς·
  1. μεγαλεῖν δόξης εἶδον οἱ ὀφθαλμοὶ αὐτῶν,
  2. καὶ δόξαν φωνῆς αὐτῶν ἤκουσεν τὸ οὗς αὐτῶν·
  1. καὶ εἶπεν αὐτοῖς Προσέχετε ἀπὸ παντὸς ἀδίκου,
  2. (¹²)καὶ ἐνετείλατο αὐτοῖς ἑκάστῳ περὶ τοῦ πλησίον.
  1. αἱ ὁδοὶ αὐτῶν ἐναντίον αὐτοῦ διὰ παντός,
  2. οὐ κρυβήσονται ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ.
  1. ἑκάστῳ ἔθνει κατέστησεν ἡγούμενον,
  2. (15)καὶ μερὶς Κυρίου Ἰσραήλ ἐστιν.
  1. ἅπαντα τὰ ἔργα αὐτῶν ὡς ὁ ἥλιος ἐναντίον αὐτοῦ,
  2. καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐνδελεχεῖς ἐπὶ τὰς ὁδοὺς αὐτῶν·
  1. οὐκ ἐκρύβησαν αἱ ἀδικίαι αὐτῶν ἀπʼ αὐτοῦ,
  2. καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτῶν ἔναντι Κυρίου.
  1. ἐλεημοσύνη ἀνδρὸς ὡς σφραγὶς μετʼ αὐτοῦ,
  2. καὶ χάριν ἀνθρώπου ὡς κόρην συντηρήσει.
  1. μετὰ ταῦτα ἐξαναστήσεται καὶ ἀνταποδώσει αὐτοῖς,
  2. καὶ τὸ ἀνταπόδομα αὐτῶν εἰς κεφαλὴν αὐτῶν ἀποδώσει·
[*](4 κατακυριευει Bᵇ fort 6 διαβουλιαν U+05D0* (- λιον U+05D0c.a) | αυτοις] αυτους U+05D0ΑC U+05D0c.a α 8 εθηκεν] pr και A | αυτου 1⁰] ουτων | αυτου 2⁰] +κ καυχασθαι εν τοις θαυμασιοις αυτου U+05D0c.a 9 διηγουνται A 11 προσεθηκεν] pr και U+05D0 | αυτοις 2⁰] αυτους U+05D0c.a (statim revoc -τοις) A 12 αιωνος] αιω- νιον A 13 ιδον AC | ουτων 2⁰] αυτου U+05D0C 15 ουτων] αυτου A εναντιον] ενωπιον U+05D0C | αυτου 2⁰] ουτων A 17 ηγουμενον] scq sign in B 19 απντα] παντα U+05D0AC | ουτων 1⁰] αυτου U+05D0* (.τῶν U+05D0c.a) A | αυτου 2⁰] ου- των A | ουτων 2⁰] των ανων U+05D0* (αυτ.U+05D0c.a) 20 απ] α sup ras A | ουτων 2⁰] + απ αυτου U+05D0* (improb απ αυτ.U+05D0c.a) 22 κορον 23 μετα] pr και U+05D0* (improb U+05D0c.a) | ουτων εις κεφ.] ων εις κε rescr Ca nisi iam antea | ουτων 2⁰] αυτου AC* fort | αποδωσει] ανταποδωσει U+05D0C)
678
[*](B)
  1. πλὴν μετανοοῦσιν ἔδωκεν ἐπάνοδον,
  2. καί παρεκάλεσεν ἐκλείποντας ὑπομονήν.
  1. Ἐπίστρεφε ἐπὶ Κύριον καὶ ἀπόλειπε ἁμαρτίας,
  2. (22) δκήθητι κατὰ πρόσαωπον καὶ σμίκρυνον πρόσκομμα·
  1. ἐπάναγε ἐπὶ Ὕψιστον καὶ ἀπόστρεφε ἀπὸ ἀδικίας,
  2. καὶ σφόδρα μίσησον βδέλυγμα.
  1. Ὑψίστῳ τίς αἰνέσει ἐν ἅδου
  2. (25) ἀντὶ ζώντων καὶ διδόντων ἀνθομολόγησι
  1. ἀπὸ νεκροῦ ὡς μηδὲ ὄντος ἀπόλλυται ἐξομολόγησις·
  2. (27)ζῶν καὶ ὑγιὴς αἰνέσει τὸν κύριον.
  1. ὡς μεγάλη ἡ ἐλεημοσύνη τοῦ κυρίου,
  2. καὶ ἐξιλασμὸς τοῖς ἐπιστρέφουσιν ἐπʼ αὐτόν.
  1. οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνθρώποις,
  2. ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου.
  1. τί φωτεινότερον ἡλίου; καὶ τοῦτο ἐκλείπει,
  2. καὶ πονηρὸς ἐνθυμήσεται σάρκα καὶ αἵμα.
  1. δύναμιν ὕψους οὐρανοῦ αὐτὸς ἐπισκέπτεται,
  2. καὶ οἱ ἄνθρωποι πάντες γῆ καὶ σποδός.