Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- Κύριος ἔκτισεν ἐκ γῆς ἄνθρωπον,
- aκαὶ πάλιν ἀπέστρεψεν αὐτὸν εἰς αὐτήν·
- ἡμέρας ἀριθμοῦ καὶ καιρὸν ἔδωκεν αὐτοῖς,
- καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν τῶν ἐπʼ αὐτῆς.
- καθʼ ἑαυτοὺς ἐνέδυσεν αὐτοὺς ἰσχύν,
- (1b) καὶ κατʼ εἰκόνα αὐτοῦ ἐποίησεν αὐτοὺς·
- καὶ ἔθηκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάσης σαρκός. [*](U+05D0A)[*](21 ανθρωπος] pr πας U+05D0* (imbrob πας U+05D0c.a) + επελευσεται αυτω U+05D0c.a ᵈ | αστου] ουτων A 22 αναγγελλει U+05D0 | υπομονει (ε sup ras) Aᵃ 23 ελατ- τονουμενος A 25 εκφανω U+05D0Α | om εν 1ᵇ U+05D0* (hab U+05D0c.a) | παιδιαν U+05D0A | ακριβια U+05D0Α | απαγγελω U+05D0Α 26 διεστειλεν U+05D0c c.a A 27 αιωνα] pr τα A | αυτου] ουτων U+05D0 | εκοπιασαν] + ουτε ησθενησαν U+05D0 | εξελειπον A 28 om αυτου 1 U+05D0* (hab U+05D0c.a) | εθλιφεν] εξεθλιψεν U+05D0A | του ρηματος] των ρηματων U+05D0c.a 29 εις] επι A 30 ψυχη U+05D0 X VII 3 αυτου] εαυτου U+05D0A 4 om και 1° U+05D0A)
- καὶ κατακυριεύειν θηρίων καὶ πετεινῶν.
677
- διαβούλιον καὶ γλῶσσαν καὶ ὀφθαλμούς,
- ὦτα καὶ καρδίαν ἔδωκεν διανοεῖσθαι αὐτοῖς·
- ἐπιστήμην συνέσεως ἐνέπλησεν αὐτούς,
- καὶ ἀγαθὰ καὶ κακὰ ὑπέδειξεν αὐτοῖς·
- θηκεν τὸν ὀφθαλμὸν αὐτοῦ ἐπὶ τὰς καρδίας αὐτῶν,
- δεῖξαι αὐτοῖς τὸ μεγαλεῖον τῶν ἔργων αὐτοῦ·
- καὶ ὄνομα ἁγιασμοῦ αἰνέσουσιν,