Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. οὐκ ἠλέησεν ἔθνος ἀπωλείας,
  2. τοὺς ἐξηρμένους ἐν ἁμαρτίαις αὐτῶν·
  1. καὶ οὕτως ἑξακοσίας χιλιάδας πεζῶν
  2. τοὺς ἐπισυναχθέντας ἐν σκληροκαρδίᾳ αὐτῶν.
  1. κδν ἦ εἰς σκληροτράχηλος, θαυμαστὸν τοῦτο εἰ ἀθῳωθῇἔλεος
  2. (12)γὰρ καὶ ὀργὴ παρʼ αὐτοῦ,
  3. δυνάστης ἐξιλασμῶν καὶ ἐκχέων ἀργήν.
  1. κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ πολὺς ὁ ἔλεγχος
  2. αὐτοῦ
  3. ἄνδρα κατὰ τὰ ἔργα αὐτοῦ κρινεῖ
  1. οὐκ ἐκφεύξεται ἐν ἁρπάγμασιν ἁμαρτωλός,
  2. καὶ οὐ μὴ καθυστερήσει ὑπομονὴν εὐσεβοῦς.
  1. πάσῃ ἐλεημοσύνῃ ποιήσει τόπον,
  2. ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ εὑρήσει.
  1. μὴ εἶπῃς ὅτι Ἀπὸ Κυρίου κρυβήσομαιμὴ
  2. ἐξ ὕψους τις μου μνησθήσεται;
  3. (17)ἐν λαῷ πλείονι οὐ μὴ μνησθῶ,
  4. τίς γὰρ ἡ μου ἐν ἀμετρήτῳ κτίσει;
  1. δοῦ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ τοῦ θεοῦ,
  2. ἄβυσσος καὶ γῆ σαλευθήσονται ἐν τῇ ἐπισκοπῇ αὐτοῦ·
  1. ἄμα τὰ ὄρη καὶ τὰ θεμέλια τῆς γῆς
  2. ἐν τῷ ἐπιβλέψαι εἰς αὐτὰ τρόμῳ συνσείονται,
  1. καὶ 2ἐπʼ αὐτοῖς οὐ διανοηθήσεται καρδία·
  2. (²¹)καὶ τὰς ὁδοὺς αὐτοῦ τίς ἐνθυμηθήσεται
[*](7 εξιλασατο] εξιλατο A 9 απωλειας (-) λιας U+05D0*)] Χανααν B U+05D0c.a | αυ U+05D0A των] + ταυτα παντα εποιησεν εθνεσιν σκληροκαρδιοις και επι πληθει αγιων δαυτου ου παρεκληθη U+05D0c.a 10 και...πεζων, τους...αυτων] pr asteriscos 2 α 11 εισκληροτρ. A | αθοωθησεται BBA (αθωωθ. Bᵃ?ᵇ) | αυτου] αυτω U+05D0* A κυ U+05D0c.a | δυναστων A 12 ελεος...αυτου 2⁰] εος αυτου ου, ς ο ελεγχος αυτου sup ras Aᵃ | ουτω A | πολυς ο] ο πολυς ᵍ* (π. ο Bᵃ) | κρίνει] κτινι A 16 αρπαγματι ΚΑ (αρτ. A *) | καθυστερήσῃ E | υπομονη MA 17 απο] παρα A | μή 2⁰] καί 8A | υψους τις μου] ὑψίστου B (υψους τ. μ. B U+05D0c.a) | μνησθῶ] γνωσθῶ 8A 18 om του θεοῦ 8A | γη] pr η Κ | εν τη επι- σκοπη αυτου σαλευθησονται U+05D0* (σαλευονται U+05D0 U+05D0c.a) A 19 συσσειονται Bab 20 ενθυμηθησεται] + και καθο ποιει ανος οψεται ο οφθαλμος αυτου U+05D0c.a)
676
[*](B)
  1. καὶ καταιγίς, ἣν οὐκ ὄψεται ἄνθρωπος,
  2. (22)τὰ δὲ πλείονα τῶν ἔργων αὐτοῦ ἐν ἀποκρύφοις.
  1. ἔργα δικαιοσύνης τίς ἀναγγελεῖ;
  2. ἢ τίς ὑπομενεῖς μακρὰν γὰρ ἡ διαθήκη.
  1. ἐλαττούμενος καρδίᾳ διανοεῖται ταῦτα,
  2. καὶ ἀνὴρ ἄφρων καὶ πλανώμενος διανοεῖται μαωρά.
  1. ʼAκουσόν μου, τέκνον, καὶ μάθε ἐπιστήμην,
  2. καὶ ἐπὶ τῶν λόγων μου πρόσεχε τῇ καρδίᾳ σου·
  1. ἐκφαίνω ἐν σταθμῷ παιδείαν,
  2. καὶ ἐν ἀκριβείᾳ ἀπαγγέλλω ἐπιστήμην.
  1. ἐν κρίσει Κυρίου τὰ ἔργα αὐτοῦ ἀπʼ ἀρχῆς,
  2. καὶ ἀπὸ ποιήσεως αὐτῶν διέστελλεν μερίδας αὐτῶν·
  1. ἐκόσμησεν εἰς αἰῶνα τὰ ἔργα αὐτοῦ,
  2. καὶ τὰς ἀρχὰς αὐτῶν εἰς γενεὰς αὐτῶν·
  3. τοὕτη ἐπείυασαν οὔτη ἐκοπίασαν,
  4. καὶ οὐκ ἐξέλιπον ἀπὸ τῶν ἔργων αὐτῶν·
  1. ἕκαστος τὸν πλησίον αὐτοῦ οὐκ ἔθλιψεν,
  2. καὶ ἕως αἰῶνος (29)οὐκ ἀπειθήσουσιν τοῦ ῥήματος αὐτοῦ.
  1. καὶ μετὰ ταῦτα Κύριος εἰς τὴν γῆν ἐπέβλεψεν
  2. καὶ ἐνέπλησεν αὐτὴν τῶν ἀγαθῶν αὐτοῦψυχὴν
  1. παντὸς ζῴου ἐκάλυψεν τὸ πρόσωπον αὐτῆς,
  2. καὶ εἰς αὐτὴν ἡ ἀποστροφὴ αὐτῶν.