Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐλαττούμενος καρδίᾳ διανοεῖται ταῦτα,
  2. καὶ ἀνὴρ ἄφρων καὶ πλανώμενος διανοεῖται μαωρά.
  1. ʼAκουσόν μου, τέκνον, καὶ μάθε ἐπιστήμην,
  2. καὶ ἐπὶ τῶν λόγων μου πρόσεχε τῇ καρδίᾳ σου·
  1. ἐκφαίνω ἐν σταθμῷ παιδείαν,
  2. καὶ ἐν ἀκριβείᾳ ἀπαγγέλλω ἐπιστήμην.
  1. ἐν κρίσει Κυρίου τὰ ἔργα αὐτοῦ ἀπʼ ἀρχῆς,
  2. καὶ ἀπὸ ποιήσεως αὐτῶν διέστελλεν μερίδας αὐτῶν·
  1. ἐκόσμησεν εἰς αἰῶνα τὰ ἔργα αὐτοῦ,
  2. καὶ τὰς ἀρχὰς αὐτῶν εἰς γενεὰς αὐτῶν·
  3. τοὕτη ἐπείυασαν οὔτη ἐκοπίασαν,
  4. καὶ οὐκ ἐξέλιπον ἀπὸ τῶν ἔργων αὐτῶν·
  1. ἕκαστος τὸν πλησίον αὐτοῦ οὐκ ἔθλιψεν,
  2. καὶ ἕως αἰῶνος (29)οὐκ ἀπειθήσουσιν τοῦ ῥήματος αὐτοῦ.
  1. καὶ μετὰ ταῦτα Κύριος εἰς τὴν γῆν ἐπέβλεψεν
  2. καὶ ἐνέπλησεν αὐτὴν τῶν ἀγαθῶν αὐτοῦψυχὴν
  1. παντὸς ζῴου ἐκάλυψεν τὸ πρόσωπον αὐτῆς,
  2. καὶ εἰς αὐτὴν ἡ ἀποστροφὴ αὐτῶν.
  1. Κύριος ἔκτισεν ἐκ γῆς ἄνθρωπον,
  2. aκαὶ πάλιν ἀπέστρεψεν αὐτὸν εἰς αὐτήν·
  1. ἡμέρας ἀριθμοῦ καὶ καιρὸν ἔδωκεν αὐτοῖς,
  2. καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν τῶν ἐπʼ αὐτῆς.
  1. καθʼ ἑαυτοὺς ἐνέδυσεν αὐτοὺς ἰσχύν,
  2. (1b) καὶ κατʼ εἰκόνα αὐτοῦ ἐποίησεν αὐτοὺς·
  1. καὶ ἔθηκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάσης σαρκός.
  2. [*](U+05D0A)[*](21 ανθρωπος] pr πας U+05D0* (imbrob πας U+05D0c.a) + επελευσεται αυτω U+05D0c.a ᵈ | αστου] ουτων A 22 αναγγελλει U+05D0 | υπομονει (ε sup ras) Aᵃ 23 ελατ- τονουμενος A 25 εκφανω U+05D0Α | om εν 1ᵇ U+05D0* (hab U+05D0c.a) | παιδιαν U+05D0A | ακριβια U+05D0Α | απαγγελω U+05D0Α 26 διεστειλεν U+05D0c c.a A 27 αιωνα] pr τα A | αυτου] ουτων U+05D0 | εκοπιασαν] + ουτε ησθενησαν U+05D0 | εξελειπον A 28 om αυτου 1 U+05D0* (hab U+05D0c.a) | εθλιφεν] εξεθλιψεν U+05D0A | του ρηματος] των ρηματων U+05D0c.a 29 εις] επι A 30 ψυχη U+05D0 X VII 3 αυτου] εαυτου U+05D0A 4 om και 1° U+05D0A)
    677
  3. καὶ κατακυριεύειν θηρίων καὶ πετεινῶν.
[*](B)
  1. διαβούλιον καὶ γλῶσσαν καὶ ὀφθαλμούς,
  2. ὦτα καὶ καρδίαν ἔδωκεν διανοεῖσθαι αὐτοῖς·
  1. ἐπιστήμην συνέσεως ἐνέπλησεν αὐτούς,
  2. καὶ ἀγαθὰ καὶ κακὰ ὑπέδειξεν αὐτοῖς·
  1. θηκεν τὸν ὀφθαλμὸν αὐτοῦ ἐπὶ τὰς καρδίας αὐτῶν,
  2. δεῖξαι αὐτοῖς τὸ μεγαλεῖον τῶν ἔργων αὐτοῦ·
  1. καὶ ὄνομα ἁγιασμοῦ αἰνέσουσιν,
  1. ἵνα διηγῶνται τὰ μεγαλεῖα τῶν ἔργων αὐτοῦ.
  1. προσέθηκεν αὐτοῖς ἐπιστήμην,
  2. καὶ νόμον ζωῆς ἐκληροδότησεν αὐτοῖς·
  1. §¹²διαθήκην αἰῶνος ἔστησεν μετʼ αὐτῶν,
  2. [*](§C)
  3. καὶ τὰ κρίματα αὐτοῦ ὑπέδειξεν αὐτοῖς·
  1. μεγαλεῖν δόξης εἶδον οἱ ὀφθαλμοὶ αὐτῶν,
  2. καὶ δόξαν φωνῆς αὐτῶν ἤκουσεν τὸ οὗς αὐτῶν·