Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta, Ecclesiasticus, Swete, Cambridge, 1896
- Μὴ ἐπιθύμει τέκνων πλῆθος ἀχρήστων,
- (1)μηδὲ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέσιν·
- ἐὰν πληθύνωσιν, μὴ εὐφραίνου ἐπʼ αὐτοῖς·
- εἰ μή ἐστιν φόβος Κυρίου μετʼ αὐτῶν,
- μὴ ἐνπιστεύσῃς
- τῇ ζωῇ αὐτῶν,
- καὶ μὴ ἔπεχε ἐπὶ τὸν τόπον αὐτῶν·
- (3)κρείσσων γὰρ εἰς ἡ χίλιοι,
- (4)καὶ ἀποθανεῖν ἄτεκνον ἡ ἔχειν τέκνα ἀσεβθῆ·
- ἀπὸ γὰρ ἑνὸς συνετοῦ συνοικισθήσεται πόλις,
- φυλὴ δὲ ἀνόμων ἐρημωθήσεται.
- πολλὰ τοιαῦτα ἑόρακα ἐν ὀφθαλμοῖς μου,
- καὶ ἵσχυρότερα τούτων ἀκήκοεν τὸ οὗς μου.
- ἐν συναγωγῇ ἁμαρτωλῶν ἐκκαυθήσεται πῦρ,
- καὶ ἐν ἔθνει ἀπειθεῖ ἐξεκαύθη ὀργή.
675
- οὐκ ἐξιλάσατο περὶ τῶν ἀρχαίων γιγάντων,
- οἱ ἀπέστησαν τῇ ἰσχύι αὐτῶν·
- οὐκ ἐφείσατο περὶ τῆς παροικίας Λώτ,
- σὓς ἐβδελύξατο διὰ τὴν ὑπερηφανίαν αὐτῶν·
- οὐκ ἠλέησεν ἔθνος ἀπωλείας,
- τοὺς ἐξηρμένους ἐν ἁμαρτίαις αὐτῶν·
- καὶ οὕτως ἑξακοσίας χιλιάδας πεζῶν
- τοὺς ἐπισυναχθέντας ἐν σκληροκαρδίᾳ αὐτῶν.
- κδν ἦ εἰς σκληροτράχηλος, θαυμαστὸν τοῦτο εἰ ἀθῳωθῇἔλεος
- (12)γὰρ καὶ ὀργὴ παρʼ αὐτοῦ,
- δυνάστης ἐξιλασμῶν καὶ ἐκχέων ἀργήν.
- κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ πολὺς ὁ ἔλεγχος
- αὐτοῦ
- ἄνδρα κατὰ τὰ ἔργα αὐτοῦ κρινεῖ
- οὐκ ἐκφεύξεται ἐν ἁρπάγμασιν ἁμαρτωλός,
- καὶ οὐ μὴ καθυστερήσει ὑπομονὴν εὐσεβοῦς.
- πάσῃ ἐλεημοσύνῃ ποιήσει τόπον,
- ἕκαστος κατὰ τὰ ἔργα αὐτοῦ εὑρήσει.
- μὴ εἶπῃς ὅτι Ἀπὸ Κυρίου κρυβήσομαιμὴ
- ἐξ ὕψους τις μου μνησθήσεται;
- (17)ἐν λαῷ πλείονι οὐ μὴ μνησθῶ,
- τίς γὰρ ἡ μου ἐν ἀμετρήτῳ κτίσει;
- δοῦ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ τοῦ θεοῦ,
- ἄβυσσος καὶ γῆ σαλευθήσονται ἐν τῇ ἐπισκοπῇ αὐτοῦ·
- ἄμα τὰ ὄρη καὶ τὰ θεμέλια τῆς γῆς
- ἐν τῷ ἐπιβλέψαι εἰς αὐτὰ τρόμῳ συνσείονται,
- καὶ 2ἐπʼ αὐτοῖς οὐ διανοηθήσεται καρδία·
- (²¹)καὶ τὰς ὁδοὺς αὐτοῦ τίς ἐνθυμηθήσεται
676
[*](B)- καὶ καταιγίς, ἣν οὐκ ὄψεται ἄνθρωπος,
- (22)τὰ δὲ πλείονα τῶν ἔργων αὐτοῦ ἐν ἀποκρύφοις.
- ἔργα δικαιοσύνης τίς ἀναγγελεῖ;
- ἢ τίς ὑπομενεῖς μακρὰν γὰρ ἡ διαθήκη.