Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. τοῦ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστιν πονηρότερος,
  2. καὶ τοῦτο ἀνταπόδομα τῆς κακίας αὐτοῦκἂν
  1. εὖ ποιῇ, ἐν λήθῃ ποιεῖ,
  2. καὶ ἐπʼ ἐσχάτων ἐκφαίνει τὴν κακίαν αὐτοῦ.
  1. πονηρὸς ὁ βασκαίνων ὀφθαλμῷ,
  2. ἀποστρέφων πρόσαωπον καὶ ὑπερορῶν ψυχάς.
  1. πλεονέκτου ὀφθαλμὸς οὐκ ἐμπίπλαται μερίδι,
  2. καὶ ἀδικία πονηρὰ ἀναξηρανεῖ ψυχήν.
  1. ὀφθαλμὸς πονηρὸς φθονερὸς ἐπʼ ἄρτῳ,
  2. καὶ ἐνλιπὴς ἐπὶ τῆς τραπέζης αὐτοῦ.