Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Μακάριος ἀνὴρ ὃς οὐκ ὠλίσθησεν ἐν στόματι αὐτοῦ,
  2. καὶ οὐ κατενύγη ἐν λύπῃ ἁμαρτίας·
  1. μακάριος οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ,
  2. καὶ ὃς οὐκ ἔπεσεν ἀπὸ τῆς ἐλπίδος αὐτοῦ.
  1. ἀνδρὶ μικρολόγῳ οὐ καλὸς ὁ πλοῦτος,
  2. καὶ ἀνθρώπῳ βασκάνῳ ἵνα τί χρήματα ;
  1. ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ συνάγει ἄλλοις,
  2. καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ τρυφήσουσιν ἕτεροι.
  1. ὁ πονηρὸς ἑαυτῷ τίνι ἀγαθὸς ἔσται;
  2. καὶ οὐ μὴ εὐφρανθήσεται ἐν τοῖς χρήμασιν αὐτοῦ.