Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἴχνος καρδίας ἐν ἀγαθοῖς πρόσωπον ἱλαρόν,
  2. καὶ εὕρεσις παραβολῶν διαλογισμοὶ μετὰ κόπου.
  1. Μακάριος ἀνὴρ ὃς οὐκ ὠλίσθησεν ἐν στόματι αὐτοῦ,
  2. καὶ οὐ κατενύγη ἐν λύπῃ ἁμαρτίας·
  1. μακάριος οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ,
  2. καὶ ὃς οὐκ ἔπεσεν ἀπὸ τῆς ἐλπίδος αὐτοῦ.
  1. ἀνδρὶ μικρολόγῳ οὐ καλὸς ὁ πλοῦτος,
  2. καὶ ἀνθρώπῳ βασκάνῳ ἵνα τί χρήματα ;
  1. ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ συνάγει ἄλλοις,
  2. καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ τρυφήσουσιν ἕτεροι.
  1. ὁ πονηρὸς ἑαυτῷ τίνι ἀγαθὸς ἔσται;
  2. καὶ οὐ μὴ εὐφρανθήσεται ἐν τοῖς χρήμασιν αὐτοῦ.
  1. τοῦ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστιν πονηρότερος,
  2. καὶ τοῦτο ἀνταπόδομα τῆς κακίας αὐτοῦκἂν