Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. κυνήγια λεόντων ὄναγροι ἐν ἐρήμῳ·
  2. οὕτως νομαὶ πλουσίων πτωχοί.
  1. βδέλυγμα ὑπερηφάνῳ ταπεινότης,
  2. οὕτως βδέλυγμα πλουσίῳ πτωχός.
  1. πλούσιος σαλευόμενος στηρίζεται ὑπὸ φίλων,
  2. ταπεινὸς δὲ πεσὼν προσαπωθεῖται ὑπὸ φίλαων.
  1. πλουσίου σφαλέντος πολλοὶ ἀντιλήμπτορες,
  2. ἐλάλησεν ἀπόρρητα καὶ ἐδικαίωσαν αὐτόν·
  3. (27)ταπεινὸς ἔσφαλεν καὶ προσεπετίμησαν αὐτῷ,
  4. ἐφθέγξατο σύνεσιν καὶ οὐκ ἐδόθη αὐτῷ τόπος.
  1. ετλούσιος ἐλάλησεν καὶ πάντες ἐσίγησαν,
  2. καὶ τὸν λόγον αὐτοῦ ἀνύψωσαν ἕως τῶυ νεφελῶν·
  3. (29) πτωχὸς ἐλάλησεν καὶ εἶπαν Τίς οὗτος;
  4. κἂν προσκόψῃ, προσανατρέψουσιν αὐτόν.
  1. ἀγαθὸς ὁ πλοῦτος ᾧ μή ἐστιν ἁμαρτία,
  2. καὶ πονηρὰ ἡ πτωχεία ἐν στόμασιν εὐσεβοῦς.
[*](U+05D0AC)[*](s11 ισηγορεισθαι] εισηγορ. BU+05D0* (improb postea ras ε 1° U+05D0?) A | μετ] μετα Bc⁽ᵛⁱᵈ) | πλειοσι U+05D0 13 περιπατεις] sign prae se fert B? (mg) 17 ευ- σεβην BU+05D0 20 ταπενοτης] in π ras aliq B? ταπινωσις A 21 παπεινος] πτωχος U+05D0* (ταπ. U+05D0c.a ) 21— X IV 4 evan plurima in C 22 εσφαλη A 23 προσανατρεπουσιν A 24 αγαθος] + κστιν A | εστιν] προσεστν U+05D0c.a | πτωχια U+05D0 | στοματι U+05D0Α | ευσεβους] ασεβους U+05D0A)
671
  1. καρδία ἀνθρώπου ἀλλοιοῖ τὸ πρόσωπον αὐτοῦ,
  2. [*](B)
  3. ἐὰν εἰς ἀγαθὰ ἐάν τε εἰς κακά.