Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. Οὐκ ἐκδικηθήσεται ἐν ἀγαθοῖς ὁ φίλος,
  2. καὶ οὐ κρυβήσεται ἐν κακοῖς ὁ ἐχθρός.
[*](30 καρταλλω] + αυτου U+05D0* (improb αυτ. U+05D0c.a) | γαρ δια A* (καρδια Aᵃ?) | U+05D0A επιβλεπτει B* (-πει Bᵇ) 31 αιρετοις] ετεροις A 32 πληθυνθησεται] πληθυνεται BᵃᵇU+05D0* (.θησεται U+05D0c.a ) A 33 τεκταινεται U+05D0* (-νειU+05D0c.a) 34 ταραχη U+05D0 XII 2 ανταποδωμα A | παρα 1⁰] παρ U+05D0A | Τψιστου] pr του U+05D0A 3 εστιν] εσται U+05D0A | ελεημοσυνην] pr μη U+05D0* (improb μη U+05D0c.a) 4 αντιλαβη] αντιλαμβανου A | του αμαρτωλου] om του U+05D0 5 τω ταπεινω] om τω U+05D0A | ασεβει] pr τω U+05D0c.a | om αυτου U+05D0* (hab U+05D0c.a) | κακα ευρηκεις] κακα ευρησουσιν A | αν] εαν U+05D0A | ποιης U+05D0* (ποιησης U+05D0c.a ) 6 αποδωσει] αποθω εις A 7 αττιλαβου A | του αμαρτωλου] om του U+05D0A 8 ουκ εκδικηθησεται] ου γνωσθησεται U+05D0c.a ουκ ενβληθησεται A)
668
[*](B)
  1. ἐν ἀγαθοῖς ἀνδρὸς οἱ ἐχθροὶ αὐτοῦ ἐν λύπῃ,
  2. καὶ ἐν τοῖς κακοῖς αὐτοῦ καὶ ὁ φίλος διαχωρισθήσεται.
  1. μὴ πιστεύσῃς τῷ ἐχθρῷ σου εἰς τὸν αἰῶνα·
  2. ὡς γὰρ ὁ χαλκὸς ἰοῦται, οὕτως ἡ πονηρία αὐτοῦ·
  1. καὶ ἐὰν ταπεινωθῇ καὶ πορεύηται συνκεκυφώς,
  2. ἐπίστησον τὴν ψυχήν σου καὶ φύλαξαι ἀπʼ αὐτοῦ,
  3. καὶ ἔσῃ αὐτῷ ὡς ἐκμεμαχὼς ἔσοπτρον,
  4. καὶ γνώσῃ ὅτι οὐκ εἰς τέλος κατίωσεν.
  1. μὴ στήσῃς αὐτὸν παρὰ σεαυτόν,
  2. μὴ ἀνατρέψας σε στῇ ἐπὶ τὸν τόπον σου·
  3. μὴ καθίσῃς αὐτὸν ἐκ δεξιῶν σου,
  4. μή ποτε ζητήσῃ τὴν καθέδραν σου,
  5. καὶ ἐπʼ ἐσχάτῳ ἐπιγνώσῃ τοὺς λόγους μου,
  6. καὶ ἐπὶ τῶν ῥημάτων μου κατανυγήσῃ.
  1. τίς ἐλεήσει ἐπαοιδὸν ὀφιόδηκτον
  2. καὶ πάντας τοὺς προσάγοντας θηρίοις ;
  1. οὕτως τὸν προσπορευόμενον ἀνδρὶ ἁμαρτωλῷ
  2. καὶ συνφυρόμενον ἐν ταῖς ἁμαρτίαις αὐτοῦ.