Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ἐὸν εὖ ποιῆς, γνῶθι τίνι ποιεῖς,
  2. καὶ ἔσται χάρις τοῖς ἀγαθοῖς σου.
  1. εὖ ποίησον εὐσεβεῖ, καὶ εὑρήσεις ἀνταπόδομα,
  2. καὶ εἰ μὴ παρὰ αὐτοῦ, ἀλλὰ παρὰ Ὑψίστου.
  1. οὐκ ἔστιν ἀγαθὰ τῷ ἐνδελεχίζοντι εἰς κακὰ
  2. καὶ τῷ ἐλεημοσύνην μὴ χαριζομένῳ.
  1. δὸς τῷ εὐσεβεῖ, καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ.
  1. εὖ ποίησον τῷ ταπεινῷ καὶ μὴ δῷς ἀσεβεῖ
  2. ἐμπόδισον τοὺς ἄρτους αὐτοῦ καὶ μὴ δῷς αὐτῷ,
  3. ἵνα μὴ ἐν αὐτοῖς σε δυναστεύσῃ·
  4. (7)διπλάσια γὰρ κακὰ εὑρήσεις
  5. ἐν πᾶσιν ἀγαθοῖς οἷς ἂν ποιήσῃς αὐτῷ.
  1. ὅτι καὶ ὁ ὕψιστος ἐμίσησεν ἁμαρτωλούς,
  2. καὶ τοῖς ἀσεβέσιν ἀποδώσει ἐκδίκησιν.
  1. δὸς τῷ ἀγαθῷ, καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ.