Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. περὶ πράγματος οὗ οὐκ ἔστιν σοι χρεία μὴ ἔριζε.
  2. καὶ ἐν κρίσει ἁμαρτωλῶν μὴ συνέδρευε.
  1. τέκνον, μὴ περὶ πολλὰ ἔστωσαν αἱ πράξεις σου·
  2. ἐὰν πληθύνῃς, οὐκ ἀθῳωθήσῃ·
  3. καὶ ἐὰν διώκῃς, οὐ μὴ καταλάβῃς,
  4. καὶ οὐ μὴ ἐκφύγῃς διαδράς.
  1. ἔητιν κοπιῶν καὶ πονῶν καὶ σπεύδων,
  2. καὶ τόσῳ μᾶλλον ὑστερεῖται.
  1. ἔστιν νωθρὸς καὶ προσδεόμενος ἀντιλήμψεως,
  2. ὑστερῶν ἰσχύι καὶ πτωχείᾳ περισσεύει·
  3. (13)καὶ οἱ ὀφθαλμοὶ Κυρίου ἐπέβλεψαν αὐτῷ εἰς ἀγαθά.
  4. καὶ ἀνώρθωσεν αὐτὸν ἐκ ταπεινώσεως αὐτοῦ.
  1. καὶ ἀνύψωσεν κεφαλὴν αὐτοῦ,
  2. καὶ ἀπεθαύμασαν ἐπʼ αὐτῷ πολλοί
  1. ἀγαθὰ καὶ κακά, ζωὴ καὶ θάνατος,
  2. [*](2 ανθρωπον] ανδρα U+05D0C | ορασει] θρασει U+05D0 (καλλ incep U+05D0* improb U+05D0¹) U+05D0ΑC 3 μελισσα] pr η U+05D0C | αυτης] + εστι U+05D0c.a 4 om εν 3⁰ U+05D0A 6 δυναστοι U+05D0* (-παι U+05D0c.a) | εταιρων] ετερων BᵃᵇAC 7 πριν] + η U+05D0A 8 om η U+05D0AC 9 om χρεια U+05D0AC*ᵛⁱᵈ (hab χρια Cᵃ) 10 πραξις A | εαν 1⁰] +γαρ U+05D0 | αθωωθηση Bᵃfortᵇ (αθσωθ. B*AC αθωοθ. U+05D0c.a)] αθωος εση U+05D0* 11 τοσω B*U+05D0c.aC) τοσουτω Bᵃfort b U+05D0* ποσω A 12 εστι A | om και 1⁰ U+05D0* (hab κ U+05D0c.a) A | προσδεομενος] δεομενος C | ισχυι] pr εν U+05D0c.a c.c | πτωχια C | περισσευων U+05D0 | ο οφθαλμος U+05D0* (οι οφθαλμοι U+05D0c.a) | επεβλεψεν U+05D0* (-ψαν U+05D0c.a) | ανωρθω- σαν C 13 απεθαυμασαν] ανεθαυμασαν A?vⁱᵈ εθαυμασαν Ca 14 κακα] κα B* (κακα Bᵃfortᵇ))
    666
    [*](B)
  3. πταχεία καὶ πλοῦτος παρὰ Κυρίου ἐστίν.
[*](¶ C)
  1. Δόσις Κυρίου παραμένει εὐσεβέσιν,¶
  2. καὶ ἡ εὐδοκία αὐτοῦ εἰς τὸν αἰῶνα εὐοδααοθήσεται.
  1. ἔστιν πλουτῶν ἀπὸ προσοχῆς καὶ σφιγγίας αὐτοῦ,
  2. καὶ αὕτη ἡ μερὶς τοῦ μισθοῦ αὐτοῦ·
  1. ἐν τῷ εἰπεῖν αὐτόν Εὗρον ἀνάπαυσιν,
  2. καὶ νῦν φάγομαι ἐκ τῶν ἀγαθῶν μου,
  3. (20)καὶ οὐκ οἶδεν τίς καιρὸς παρελεύσεται,
  4. καὶ καταλείψει αὐτὰ ἑτέροις καὶ ἀποθανεῖται.
  1. στῆθι ἐν διαθήκῃ σου καὶ ὁμίλει ἐν αὐτῇ,
  2. καὶ ἐν τῷ ἔργῳ σου παλαιώθητι.
  1. μὴ θαύμαζε ἐν ἔργοις ἁμαρτωλοῦ·
  2. πίστευε τῷ κυρίῳ καὶ ἔμμενε τῷ πόνῳ σου·
  3. (23)ὅτι κοῦφον ἐν ὀφθαλμοῖς Κυρίου διὰ τάχους ἐξάπινα πλου·
  4. τίσαι πένητα.
  1. εὐλογία Κυρίου ἐν μισθῷ εὐσεβοῦς,
  2. καὶ ἐν ὥρᾳ ταχινῇ ἀναθάλλει εὐλογίαν αὐτοῦ.