Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. τέκνον, ἐν πρᾳύτητι δόξασον τὴν ψυχήν σου,
  2. καὶ δὸς αὐτῇ τιμὴν κατὰ τὴν ἀξίαν αὐτῆς.
  1. τὸν ἁμαρτάνοντα εἰς τὴν ψυχὴν αὐτοῦ τίς δικαιώσει;
  2. καὶ τίς δοξάσει τὸν ἀτιμάζοντα τὴν ζωὴν αὐτοῦ;
  1. πτωχὸς δοξάζεται δι᾿ ἐπιστήμην αὐτοῦ,
  2. καὶ πλούσιος δοξάζεται διὰ τὸν πλοῦτον αὐτοῦ.
  1. ὁ δὲ δοξαζόμενος ἐν πτωχείᾳ, καὶ ἐν πλούτῳ ποσαχῶς;
  2. καὶ ὁ ἄδοξος ἐν πλούτῳ, ἐν πτωχείᾳ ποσαχῶς
  1. σοφία ταπεινοῦ ἀνύψωσεν κεφαλήν,
  2. καὶ ἐν μέσῳ μεγιστάνων καθίσει αὐτόν.
  1. μὴ αἰνέσῃς ἄνδρα ἐν κάλλει αὐτοῦ,
  2. [*](U+05D0AC)[*](19 om ποιον 4⁰ U+05D0* (hab U+05D0c.a) 22 και πτωχος] πτωχος και πενης C 23 καθηκει Bᵇ U+05D0 24 μεγιστας C | τις ουτων U+05D0 | των φοβουμενων AC 25 σοφω] συνετω U+05D0* (σοφ. U+05D0c.a) ante σοφ. ras 1 lit C 26 δοξασου U+05D0 27 εν πασιν] pr η και περισσευων U+05D0* br και περισσευων U+05D0?A pr εν πασα· και περισσευων U+05D0c.a | η περιπατων] om U+05D0 c seqq coniung A | om η 2⁰ ACᵃ σπορων] υστερων A 28 τη ψυχη C | τιμη U+05D0* (-μην U+05D0¹) 29 την ψυχην] om την A | δοξαζει U+05D0 30 επιστημην U+05D0* (-μης U+05D0c.a) 31 δε δοξαζομενος] om δε δεδοξασμενος AC | πτωχεια 1⁰] πλουτω U+05D0 | πλουτω 1°] πτωχια U+05D0 | ποσαχως 1⁰] ποσαπλως U+05D0 | πλουτω 2⁰] πτωχια U+05D0C | εν 4°] pr και BᵃᵇU+05D0c.a AC | πτωχεια 2⁰ (-χια A)] πλουτω U+05D0C | ποσαχως 2⁰ (προσαχως C)] ποσαπλως U+05D0c.a Χ Ι 1 ανυφωσει U+05D0Α ανυψωσαι C | κεφαλην] + αυτου U+05D0AC | καθικη U+05D0* ( -σι U+05D0c.a(vid) -σει U+05D0c.c) C καθησει A 2 ανδρα] ανον U+05D0)
    665
  3. καὶ μὴ βδέλυξῃ ἄνθρωπον ἐν ὁράσει αὐτοῦ.
[*](B)
  1. μικρὰ ἐν πετεινοῖς μέλισσα,
  2. καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς αὐτῆς.
  1. ἐν περιβολῇ ἱματίων μὴ καυχήσῃ,
  2. καὶ ἐν ἡμέρᾳ δόξης μὴ ἐπαίρου·
  3. ὅτι θαυμαστὰ τὰ ἔργα Κυρίου,
  4. καὶ κρυπτὰ τὰ ἔργα αὐτοῦ ἐν ἀνθρώποις.
  1. πολλοὶ τύραννοι ἐκάθισαν ἐπὶ ἐδάφους,
  2. ὁ δὲ ἀνυπονόητος ἐφόρεσεν διάδημα·
  1. πολλοὶ δυνάσται ἠτιμάσθησαν σφόδρα,
  2. καὶ ἔνδοξοι παρεδόθησαν εἰς χεῖρας ἑταίρων.
  1. πρὶν ἐξετάσῃς μὴ μέμψῃ,
  2. υόησον πρῶτον καὶ τότε ἐπιτίμα.
  1. πρὶν ἢ ἀκοῦσαι μὴ ἀποκρίνου,
  2. καὶ ἐν μέσῳ λόγων μὴ παρεμβάλλου.