Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
- μὴ εἴπῃς Τίς ἐστίν μου χρεία,
- καὶ τίνα ἀπὸ τοῦ νῦν ἔσται μου τὰ ἀγαθά;
- μὴ εἴπῃς Αὐτάρκη μοί ἐστιν,
- καὶ τί ἀπὸ τοῦ νῦν κακωθήσομαι ;
- ἐν ἡμέρᾳ ἀγαθῶν ἀμνησία κακῶν,
- καὶ ἐν ἡμέρᾳ κακῶν οὐ μνησθήσεται ἀγαθῶν·
- ὅτι κοῦφον ἔναντι Κυρίου ἐν ἡμέρᾳ τελευτῆς
- ἀποδοῦναι ἀνθρώπῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ.
- κάκωσις ὥρας ἐπιλησμονὴν ποιεῖ τρυφῆς,
- καὶ ἐν συντελείᾳ ἀνθρώπου ἀποκάλυψις ἔργων αὐτοῦ.
- πρὸ τελευτῆς μὴ μακάριζε μηδένα,
- καὶ ἐν τέκνοις αὐτοῦ γνωσθήσεται ἀνήρ.
- Μὴ πάντα ἄνθρωπον εἴσαγε εἰς τὸν οἶκόν σου·
- πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ δολίου.
667
- πέρδιξ θηρευτὴς ἐν καρτάλλῳ·
- οὕτως καρδία ὑπερηφάνου,
- καὶ ὡς ὁ κατάσκοπος ἐπιβλέπει πτῶσιν.
- τὰ γὰρ ἀγαθὰ εἰς κακὰ μεταστρέφων ἐνεδρεύει,
- καὶ ἐν τοῖς αἱρετοῖς ἐπιθήσει μῶμον.
- ἀπὸ σπινθῆρος πυρὸς πληθυνθήσεται ἀνθρακιά,
- καὶ ἄνθρωπος ἁμαρτωλὸς εἰς αἷμα ἐνεδρεύει.
- πρόσεχε ἀπὸ κακούργου, πονηρὰ γὰρ τεκταίνει,
- μὴ ποτε μῶμον εἰς τὸν αἰῶνα δῷ σοι.
- ἐνοίκισον ἀλλότριον, καὶ διαστρέψει σε ἐν ταραχαῖς
- καὶ ἀπαλλοτριώσει σε τῶν ἰδίων σου.
- ἐὸν εὖ ποιῆς, γνῶθι τίνι ποιεῖς,
- καὶ ἔσται χάρις τοῖς ἀγαθοῖς σου.
- εὖ ποίησον εὐσεβεῖ, καὶ εὑρήσεις ἀνταπόδομα,
- καὶ εἰ μὴ παρὰ αὐτοῦ, ἀλλὰ παρὰ Ὑψίστου.
- οὐκ ἔστιν ἀγαθὰ τῷ ἐνδελεχίζοντι εἰς κακὰ
- καὶ τῷ ἐλεημοσύνην μὴ χαριζομένῳ.
- δὸς τῷ εὐσεβεῖ, καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ.
- εὖ ποίησον τῷ ταπεινῷ καὶ μὴ δῷς ἀσεβεῖ
- ἐμπόδισον τοὺς ἄρτους αὐτοῦ καὶ μὴ δῷς αὐτῷ,
- ἵνα μὴ ἐν αὐτοῖς σε δυναστεύσῃ·
- (7)διπλάσια γὰρ κακὰ εὑρήσεις
- ἐν πᾶσιν ἀγαθοῖς οἷς ἂν ποιήσῃς αὐτῷ.
- ὅτι καὶ ὁ ὕψιστος ἐμίσησεν ἁμαρτωλούς,
- καὶ τοῖς ἀσεβέσιν ἀποδώσει ἐκδίκησιν.
- δὸς τῷ ἀγαθῷ, καὶ μὴ ἀντιλάβῃ τοῦ ἁμαρτωλοῦ.
- Οὐκ ἐκδικηθήσεται ἐν ἀγαθοῖς ὁ φίλος,
- καὶ οὐ κρυβήσεται ἐν κακοῖς ὁ ἐχθρός.