Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. τί ὑπερηφανεύεται γῆ καὶ σποδός;
  2. ὅτι ἐν ζωῇ ἔρριψα τὰ ἐνδόσθια αὐτοῦ.
  1. μακρὸν ἀρρώστημα, σκώπτει ἰατρός·
  2. καὶ βασιλεὺς σήμερον, καὶ αὔριον τελευτήσει.
  1. ἐν γὰρ τῷ ἀποθανεῖν ἄνθρωπον κληρονομήσει ἑρπετὰ καὶ
  2. θηρία, σκώληκας.
  1. ἀρχὴ ὑπερηφανίας ἀνθρώπου ἀφισταμένου ἀπὸ Κυρίου,
  2. (15)καὶ ἀπὸ τοῦ ποιήσαντος αὐτὸν ἀπέστη ἡ καρδία αὐτοῦ.
  1. ὅτι ἀρχὴ ὑπερηφανίας ἁμαρτία,
  2. καὶ ὁ κρατῶν αὐτῆς ἐξομβρήσει βδέλυγμα.
  3. (16)διὰ τοῦτο παρεδόξασεν Κύριος τὰς ἐπαγωγάς.
  4. καὶ κατέστρεψεν εἰς τέλος αὐτοὺς·
  1. θρόνους ἀρχόντων καθεῖλεν ὁ κύριος.
  2. καὶ ἐκάθισεν πρᾳεῖς ἀντʼ αὐτῶν·
  1. ῥίζας ἐθνῶν ἐξέτιλεν ὁ κύριος.
  2. καὶ ἐφύτευσεν ταπεινοὺς ἀντʼ αὐτῶν·
  1. χώρας ἐθνῶν κατέστρεψεν ὁ κύριος.
  2. καὶ ἀπώλεσεν αὐτὰς ἕως θεμελίων γῆς·
  1. ἐξήρανεν ἐξ αὐτῶν καὶ ἀπώλεσεν αὐτούς,
  2. καὶ κατέπαυσεν ἀπὸ γῆς τὸ μνημόσυνον αὐτῶν.
  1. οὐκ ἔκτισται ἀνθρώποις ὑπερηφανία,
  2. οὐδὲ ὀργὴ θυμοῦ γεννήμασιν γυναικῶν.
  1. σπέρμα ἔντιμον ποῖον; σπέρμα ἀνθρώπου·
  2. σπέρμα ἔντιμον ποῖον; οἱ φοβούμενοι τὸν κύριον.
  3. σπέρμα ἄτιμον ποῖον; σπέρμα ἀνθρώπου·
  4. [*](7 υπερηφανια] pr η U+05D0c.a c.c | πλημμεληση U+05D0*A πλημμελια U+05D0c.a | αδικια U+05D0AC U+05D0Α αδικιαν C 8 υβρις U+05D0A 9 τι] + η C | υπερηφανευται C | εν ζωη ερριψα] και εν γη αυτου εκριψι U+05D0c.a 10 σκοπτει C | ιατρον U+05D0c.a | σημερον και αυριον] σ. και αυτος αυριον U+05D0c.a ος σ. αυριον δε U+05D0c.a | τελευτησει] τελευτα C 11 αποθνειν U+05D0* (αποθαν. U+05D0¹) | ανθρωπον] αυτον C | om σκωληκας U+05D0* κ σκω- ληκες U+05D0c.a και σκωληκας AC 12 απεστη] αφεστη C 13 υπερηφανια A* (-νιας Aᵃ?) | αμαρτιας A* (-τια Aᵃ?⁽ᵛⁱᵈ) | τελος] τελου A 15 εξετιλεν U+05D0c.a (vid),c.c C (-τειλ. ΒA)] εξειλεν U+05D0* | ο κυριος] om ο U+05D0 16 εως] εκ U+05D0c.aC 17 εξηρανεν] εξηρεν U+05D0ΑC | εξ ουτων] αυτους U+05D0c.aA αυτας C | αυτους] αυτας C | απο] εκ U+05D0 18 γεννημασιν (-σι U+05D0)] pr εν U+05D01(vid)c.a 19 σπερμα...ανθρωπου (1°) ras C?)
    664
    [*](B)
  5. σπέρμα ἄτιμον ποῖον; οἱ παραβαίνοντες ἐντολάς.
  1. ἐν μέσῳ ἀδελφῶν ὁ ἡγούμενος αὐτῶν ἔντιμος.
  2. καὶ οἱ φοβούμενοι Κύριον ἐν ὀφθαλμοῖς αὐτοῦ.
  1. γτλούσιος καὶ ἔνδοξος καὶ πτωχός,
  2. τὸ καύχημα αὐτῶν φόβος Κυρίου.
  1. οὐ δίκαιον ἀτιμάσαι πτωχὸν συνετόν,
  2. καὶ οὐ καθῆκεν δοξάσαι ἄνδρα ἁμαρτωλόν.
  1. μεγιστὰν καὶ κριτὴς καὶ δυνάστης δοξασθήσεται,
  2. καὶ οὐκ ἔστιν αὐτῶν τις μείζων τοῦ φοβουμένου τὸν
  3. κύριον.
  1. οἰκέτῃ σοφῷ ἐλεύθεροι λειτουργήσουσιν,
  2. καὶ ἀνὴρ ἐπιστήμων οὐ γογγύσει.
  1. Μὴ σοφίζου ποιῆσαι τὸ ἔργον σου,
  2. καὶ μὴ δοξάζου ἐν καιρῷ στενοχωρίας σου.
  1. κρείσσων ἐργαζόμενος ἐν πᾶσιν ἢ περιπατῶν,
  2. ἢ δοξαζόμενος καὶ ἀπορῶν ἄρτων.