Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

μὴ δῷς πόρναις τὴν ψυχήν σου, ἵνα μὴ ἀπολέσῃς τὴν κληρονομίαν σου.

μὴ περιβλέπου ἐν ῥύμαις πόλεως, καὶ ἐν τοῖς ἐρήμοις αὐτῆς μὴ πλανῶ.

ἀπόστρεψον ὀφθαλμὸν ἀπὸ γυναικὸς εὐμόρφου, καὶ μὴ καταμάνθανε κάλλος ἀλλότριον·

[*](153 2)

ἐν γὰρ κάλλει γυναικὸς πολλοὶ ἐπλανήθησαν, καὶ ἐκ τούτου φιλία ὡς πῦρ ἀνακαίεται. καὶ μὴ κατακλιθῇς ἐπ’ ἀγκαλῶν μετ’ αὐτῆς.

μετὰ ὑπάνδρου γυναικὸς μὴ κάθου τὸ σύνολον, καὶ μὴ συμβολοκοπήσῃς μετ’ αὐτῆς ἐν οἴνῳ·

μήποτε ἐκκλίνῃ ἡ ψυχή σου ἐπ’ αὐτήν, καὶ τῷ πνεύματί σου ὀλίσθῃς εἰς ἀπώλειαν.

μὴ ἐγκαταλίπῃς φίλον ἀρχαῖον, ὁ γὰρ πρόσφατος οὐκ ἔστιν ἑ ’π’ ἴσης αὐτῷ·

οἶνος νέος φίλος νέος· ἐὰν παλαιωθῇ, μετ’ εὐφροσύνης πίεσαι αὐτόν.

μὴ ζηλώσῃς δόξαν ἁμαρτωλοῦ· οὐ γὰρ τίς ἐστιν ἡ καταστροφὴ αὐτοῦ.

μὴ εὐδοκήσῃς εὐδοκίαις

12
ἀσεβῶν, μνήσθητι ὅτι ἕως ᾅδου οὐ μὴ δικαιωθῶσι.

μακρὰν ἄπεχε ἀπὸ ἀνθρώπου ὃς ἐξουσίαν ἔχει τοῦ φονεύειν, καὶ οὐ μὴ ὑποπτεύσῃς φόβον θανάτου.

καὶ ἐὰν προσέλθῃς, μὴ πλημμελήσῃς, ἵνα μὴ ἀφέληται τὴν ζωήν σου παραχρῆμα. ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις, καὶ ἐπὶ ἐπάλξεων πόλεως περιπατεῖς.

κατὰ τὴν ἰσχύν σου στόχασαι τοῦ πλησίον, καὶ μετὰ σοφῶν βουλεύου.

μετὰ συνετῶν ἔστω ὁ διαλογισμός σου, καὶ πᾶσα διήγησίς σου ἐν νόμῳ Ὑψίστου.

ἄνδρες δίκαιοι ἔστωσαν σύνδειπνοί σου, καὶ ἐν φόβῳ κυρίου ἔστω τὸ καύχημά σου.

ἐν χειρὶ τεχνιτῶν ἔργον ἐπαινεθήσεται, καὶ ὁ ἡγούμενος λαοῦ σοφὸς ἐν λόγῳ αὐτοῦ.

φοβερὸς ἐν πόλει αὐτοῦ ἀνὴρ γλωσσώδης, καὶ ὁ προπετὴς ἐν λόγῳ αὐτοῦ μισηθήσεται.

κριτὴς σοφὸς παιδεύει τὸν λαὸν αὐτοῦ, καὶ ἡγεμονία συνετοῦ τεταμένη ἔσται·

κατὰ τὸν κριτὴν τοῦ λαοῦ, οὕτως καὶ οἱ λειτουργοὶ αὐτοῦ, καὶ κατὰ τὸν ἡγούμενον τῆς πόλεως πάντες οἱ κατοικοῦντες αὐτήν.

[*](154 1)

βασιλεὺς ἀπαίδευτος ἀπολεῖ τὸν λαὸν αὐτοῦ, καὶ πόλις οἰκισθήσεται ἐν συνέσει δυναστῶν.

ἐν χειρὶ Κυρίου ἡ ἐξουσία τῆς γῆς, καὶ τὸν χρήσιμον ἐγερεῖ εἰς καιρὸν ἐπ’ αὐτῆς.

ἐν χειρὶ κυρίου εὐοδία ἀνδρός, καὶ προσώπῳ γραμματέως ἐπιθήσει δόξαν αὐτοῦ.

ἐπὶ παντὶ ἀδικήματι μὴ μηνίσῃς τῷ πλησίον, καὶ μὴ πρᾶσσε μηδὲν ἐν ἔργοις ὕβρεως.

μισητὴ ἔναντι κυρίου καὶ ἀνθρώπων ὑπερηφανία, καὶ ἐξ ἀμφοτέρων πλημμέλεια ἀδικίας.