Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

μὴ ὀνείδιζε ἄνθρωπον ἐπιστρέφοντα ἀπὸ ἁμαρτίας· μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτιμίοις.

μὴ ἀτιμάσῃς ἄνθρωπον ἐν γήρᾳ αὐτοῦ, καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσι.

μὴ ἐπίχαιρε ἐπὶ νεκρῷ τῷ ἐχθροτάτῳ σου· μνήσθητι ὅτι πάντες τελευτῶμεν.

μὴ παρίδης διήγημα σοφῶν, καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου·

ὅτι παρ’ αὐτῶν μαθήσῃ παιδείαν καὶ λειτουργῆσαι μεγιστᾶσιν εὐμαρῶς.

μὴ ἀστόχει διηγήματος γερόντων, καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν· ὅτι παρ’ αὐτῶν μαθήση [*](153 1) σύνεσιν· καὶ ἐν καιρῷ χρείας δοῦναι ἀπόκρισιν.

μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ, μὴ ἐμπυρισθῇς ἐν πυρὶ

11
φλογὸς αὐτοῦ.

μὴ ἐξαναστῇς ἀπὸ προσώπου ἵνα μὴ ἐγκαθίσῃ ὡς ἔνεδρον τῷ στόματί σου.

μὴ δανείσῃς ἀνθρώπῳ ἰσχυροτέρῳ σου, καὶ ἐὰν δανείσῃς, ὡς ἀπολωλεκὼς γίνου.

μὴ ἐγγυήσῃ ὑπὲρ δύναμίν σου, καὶ ἐὰν ἐγγυήσῃ, ὡς ἀποτίσων φρόντισον.

μὴ δικάζου κατὰ κριτοῦ· κατὰ γὰρ τὴν δόξαν αὐτοῦ κρινοῦσιν αὐτόν.

μετὰ τολμηροῦ μὴ πορεύου ἐν ὁδῷ, ἵνα μὴ βαρύνηται κατά σου. αὐτὸς γὰρ κατὰ τὸ θέλημα αὐτοῦ ποιήσει, καὶ τῇ ἀφροσύνῃ αὐτοῦ συναπολῇ.

μετὰ θυμώδους μὴ ποιήσῃς μάχην, καὶ μὴ πορεύου μετ’ αὐτοῦ τὴν ἔρημον. οὕτως οὐδὲν ἐν ὀφθαλμοῖς αὐτοῦ αἷμα, καὶ ὅπου οὐκ ἔστι βοήθεια καταβαλεῖ σε ἐκεῖ.

μετὰ μωροῦ μὴ συμβουλεύου, οὐ γὰρ δυνήσεται λόγον στέξαι.

ἐνώπιον ἀλλοτρίου μὴ ποιήσης κρυπτόν, οὐ γὰρ γινώσκεις τίτέξεται.

παντὶ ἀνθρώπῳ μὴ ἔκφαινε τὴν καρδίαν σου, καὶ μὴ ἀναφερέτω σοι χάριν ψευδῆ.

μὴ ζήλου γυναῖκα τοῦ κόλπου σου, μηδὲ διδάξῃς ἐπὶ σεαυτὸν παιδείαν πονηράν.

μὴ δῷς γυναικὶ τὴν ψυχήν σου, ἐπιβῆναι αὐτὴν ἐπὶ τὴν ἰσχύν σου.

μὴ ἀπάντα γυναικὶ ἑταιριζομένη, μή ποτε ἐμπέσῃς εἰς τὰς παγίδας αὐτῆς.

μετὰ ψαλλούσης μὴ ἐνδελέχιζε, μήποτε ἁλῶς ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῆς.

παρθένον μὴ καταμάνθανε, μήποτε σκανδαλισθῇς ἐν τοῖς ἐπιτιμίοις αὐτῆς.