Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς, καὶ ὅπου χεῖρες πολλαὶ κλεῖσον·

ἐὰν παραδιδῷς, ἐν ἀριθμῷ καὶ σταθμῷ, καὶ δόσις καὶ λῆψις πάντα ἐν γραφῇ·

περὶ παιδείας ἀνοήτου καὶ μωροῦ καὶ ἐσχατογήρου κρινομένου πρὸς νέους· καὶ ἔσῃ πεπαιδευμένος [*](182 2) ἀληθινὸς καὶ δεδοκιμασμένος ἔναντι παντὸς ζῶντος.

θυγάτηρ πατρὶ ἀπόκρυφος ἀγρυπνία, καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον· καὶ ἐν νεότητι αὐτῆς μήποτε παρακμάσῃ, καὶ συνῳκηκυῖα μήποτε μισηθῇ·

ἐν παρθενίᾳ μήποτε βεβηλωθῇ καὶ ἐν τοῖς πατρικοῖς αὐτῆς ἔγκυος γένηται· καὶ μετὰ ἀνδρὸς οὖσα μήποτε παραβῇ, καὶ συνῳκηκυῖα μήποτε στειρωθῇ.

ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν, μήποτε

58
ποιήση σε ἐπίχαρμα τοῖς ἐχθροῖς,

λαλιὰν ἐν πόλει καὶ ἔκκλητον λαοῦ, καὶ καταισχύνῃ σε ἐν πλήθει πολλῶν.

παντὶ ἀνθρώπῳ μὴ ἔμβλεπε ἐν κάλλει, καὶ ἐν μέσῳ γυναικῶν μὴ συνέδρευε·

ἀπὸ γὰρ ἱματίων ἐκπορεύεται σής, καὶ ἀπὸ γυναικὸς πονηρία γυναικός.

κρείσσων πονηρία ἀνδρὸς ἢ ἀγαθοποιὸς γυνή, γυνὴ καταισχύνουσα εἰς ὀνειδισμόν.

μνησθήσομαι δὴ τὰ ἔργα κυρίου, καὶ ἃ ἑώρακα ἐκδιηγήσομαι·

ἐν λόγοις κυρίου τὰ ἔργα αὐτοῦ, καὶ ἥλιος φωτίζων κατὰ πάντα ἐπέβλεψε, καὶ τῆς δόξης Κυρίου πλῆρες τὸ ἔργον αὐτοῦ.

οὐκ ἐνεποίησε τοῖς ἁγίοις κυρίου ἐκδιηγήσασθαι πάντα τὰ θαυμάσια αὐτοῦ, ἐστερέωσε κύριος παντοκράτωρ στηριχ- θῆναι ἐν δόξη αὐτοῦ τὸ πᾶν.

ἄβυσσον καὶ καρδίαν ἐξίχνευσε, καὶ ἐν πανουργεύμασιν αὐτῶν διενοήθη· ἔγνω γὰρ ὁ ὕψιστος πᾶσαν εἴδησιν καὶ ἐνέβλεψεν εἰς σημεῖα αἰῶνος,

ἀπαγγέλλων τὰ παρεληλυθότα καὶ τὰ ἐσόμενα, καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύφων.

οὐ παρῆλθεν αὐτὸν πᾶν διανόημα, οὐκ ἐκρύβη ἀπ’ αὐτοῦ οὐδὲ εἷς λόγος·

τὰ μεγαλεῖα διὰ τῆς σοφίας αὐτοῦ ἐκόσμησεν·

[*](183 1)

ὅς ἐστι πρὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα, οὔτε προσετέθη οὔτε ἠλαττώθη, καὶ οὐ προσεδεήθη οὐδενὸς συμβούλου.

ὡς πάντα τὰ ἔργα αὐτοῦ ἐπιθυμητά, καὶ ἕως σπινθῆρός ἐστι θεωρῆσαι.

πάντα ταῦτα ζῇ καὶ μένει εἰς τὸν αἰῶνα ἐν πάσαις χρείαις, καὶ πάντα ὑπακούει·

πάντα δισσὰ ἓν κατέναντι τοῦ ἑνός, καὶ οὐκ ἐποίησεν οὐδὲν ἐλλεῖπον·

ἓν τοῦ ἑνὸς ἐστερέωσε τὰ ἀγαθά, καὶ τίς πληθήσεται ὁρῶν δόξαν θεοῦ;