Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

καὶ οὕτως ἐρεῖτε ἐν ἐξομολογήσει· τὰ ἔργα Κυρίου πάντα καλὰ σφόδρα, καὶ πᾶν πρόσταγμα ἐν καιρῷ αὐτοῦ ἔσται· οὐκ ἔστιν εἰπεῖν· τί τοῦτό ἐστι;

πάντα γὰρ ταῦτα ἐν καιρῷ αὐτῶν ζητηθήσεται. ἐν λόγῳ αὐτοῦ ἔστη ὡς θημωνία ὕδωρ, καὶ ἐν ῥήματι στόματος αὐτοῦ ἀποδοχεῖα [*](180 1) ὑδάτων.

ἐν προστάγματι αὐτοῦ πᾶσα ἡ εὐδοκία, καὶ οὐκ ἔστιν ὃς ἐλαττώσει τὸ σωτήριον αὐτοῦ.

ἔργα πάσης σαρκὸς ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἔστι κρυβῆναι ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ·

ἀπὸ τοῦ αἰῶνος εἰς τὸν αἰῶνα ἐπέβλεψε, καὶ οὐδέν ἐστι θαυ- [*](4 Cod. ἀνάμεσον)

54
μάσιον ἐναντίον αὐτοῦ. οὐκ ἔστιν εἰπεῖν· τί τοῦτό ἐστι,.

πάντα γὰρ εἰς χρείαν αὐτῶν ἔκτισται.

ἡ εὐλογία αὐτοῦ ὡς ποταμὸς ἐπεκάλυψε, καὶ ὡς κατακλυσμὸς ξηρὰν ἐμέθυσεν.

οὕτως ὀργὴν αὐτοῦ ἔθνη κληρονομήσει, ὡς μετέστρεψεν ὕδατα εἰς ἅλμην.

αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι τοῖς ὁσίοις, οὕτως τοῖς ἀνόμοις προσκόμματα·

ἀγαθὰ τοῖς ἀγαθοῖς ἔκτισται ἀπ’ ἀρχῆς, οὕτως τοῖς ἁμαρτωλοῖς κακά.

ἀρχὴ πάσης χρείας εἰς ζωὴν ἀνθρώπου, ὕδωρ καὶ πῦρ καὶ σίδηρον καὶ ἅλας, καὶ σεμίδαλις πυροῦ καὶ γάλα καὶ μέλι, αἷμα σταφυλῆς καὶ ἔλαιον καὶ ἱμάτιον·

πάντα ταῦτα τοῖς εὐσεβέσιν ἀγαθά, οὕτως τοῖς ἁμαρτωλοῖς τραπήσεται εἰς κακά.

ἔστι πνεύματα ἃ εἰς ἐκδίκησιν ἔκτισται, καὶ ἐν θυμῷ αὐτῶν ἐστερέωσε μάστιγας αὐτῶν·

ἐν καιρῷ συντελείας ἰσχὺν ἐκχέουσι, καὶ τὸν θυμὸν τοῦ ποιήσαντος αὐτὸν κοπάσουσι·

πῦρ καὶ θάλασσα* καὶ λιμὸς καὶ θάνατος, πάντα ταῦτα εἰς ἐκδίκησιν ἔκτισται·

θηρίων ὀδόντες καὶ σκορπίοι καὶ ἔχεις καὶ ῥομφαία ἐκδικοῦσα εἰς ὄλεθρον ἀσεβεῖς,

ἐν τῆ ἀνατολῇ αὐτοῦ εὐφρανθήσονται, καὶ ἐπὶ τῆς γῆς εἰς χεῖρας ἑτοιμασθήσονται, καὶ ἐν καιροῖς αὐτῶν οὐ παραβήσονται λόγον.

διὰ τοῦτο ἐξ ἀρχῆς ἐστηρίχθην καὶ διενοήθην καὶ ἐν γραφῇ ἀφῆκα.

τὰ ἔργα κυρίου πάντα τὰ ἀγαθά, καὶ πᾶσαν χρείαν ἐν καιρῷ [*](180 2) αὐτῆς χορηγήσει· καὶ οὐκ ἔστιν εἰπεῖν·

τοῦτο τούτου

  • πονηρότερον,
  • πάντα γὰρ ἐν καιρῷ εὐδοκιμηθήσεται.

    καὶ νῦν ἐν πάσῃ καρδίᾳ καὶ στόματι ὑμνήσατε, καὶ εὐλογήσατε τὸ ὄνομα κυρίου.