Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἀσχολία μεγάλη ἔκτισται παντὶ ἀνθρώπῳ, καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς ᾿Αδάμ·

ἀφ’ ἡμέρας ἐξόδου ἐκ γαστρὸς μητρὸς αὐτῶν ἕως ἐπιστροφῆς ἡμέρας εἰς μητέρα πάντων·

τοὺς διαλογισμοὺς αὐτῶν καὶ φόβον καρδίας, ἐπίνοια προσδοκίας ἡμέρα τελευτῆς·

ἀπὸ καθημένου ἐπὶ θρόνου δόξης καὶ ἕως τεταπεινωμένου ἐν γῆ καὶ σποδῷ, ἀπὸ φοροῦντος ὑάκινθον καὶ στέφανον,

φάνον, καὶ ἕως περιβαλλομένου ὠμόλινον·

[*](29 Cod. marg. *(??) 32 Cod. διατοῦτο 34 πάντα· π add. in marg.)
55

θυμὸς καὶ ζῆλος, ταραχὴ καὶ σάλος καὶ φόβος θανάτου καὶ μίμημα καὶ ἔρις. καὶ ἐν καιρῷ ἀναπαύσεως ἐπὶ κοίτης, ὕπνος νυκτὸς ἀλλοιοῖ γνῶσιν αὐτοῦ·

ὀλίγον ὡς οὐδὲν ἐν ἀναπαύσει, καὶ ἀπ’ ἐκείνου ἐν ὕπνοις ὡς ἐν ἡμέραις σκοπιᾶς· τεθορυβημένος ἐν ὁράσει καρδίας αὐτοῦ, ὡς ἐκφυγὼν ἀπὸ προσώπου πολέμου·

ἐν καιρῷ σωτηρίας αὐτοῦ ἐξηγέρθη, καὶ ἀποθαυμάζων εἰς οὐδένα φόβον.

μετὰ πάσης σαρκὸς ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἐπὶ ἁμαρτωλῶν ἑπταπλάσια πρὸς ταῦτα·

θάνατος καὶ ἔ ῥὶς καὶ ῥομφαία καὶ αἷμα, ἐπαγωγαὶ λιμοῦ καὶ συντρίμματος καὶ μάστιγος·

ἐπὶ τοὺς ἀνόμους ἐκτίσθη ταῦτα πάντα, καὶ δι’ αὐτοὺς ἐγένετο ὁ κατακλυσμός.

πάντα ὅσα ἀπὸ γῆς εἰς γῆν ἀναστρέφει, καὶ ἀπὸ ὑδάτων εἰς θάλασσαν ἀνακάμπτει.

πᾶν δῶρον καὶ ἀδικία ἐξαλειφθήσεται, καὶ πίστις εἰς τὸν αἰῶνα στήσεται.

χρήματα ἀδίκων ὡς ποταμὸς ξηρανθήσεται, καὶ ὡς βροντὴ μεγάλη ἐν ὑετοῖς ἐξηχήσει·

ἐν τῷ ἀνοίξαι αὐτὸν χεῖρας εὐφρανθήσεται, οὕτως οἱ παραβαίνοντες εἰς συντέλειαν ἐκλείψουσιν.

[*](181 1)

ἔκγονα ἀσεβῶν οὐ πληθυνεῖ κλάδους, καὶ ῥίζαι ἀκάθαρτοι ἐπ’ ἀκροτόμου πέτρας.

ἄχη ἐπὶ παντὸς ὕδατος καὶ χείλους ποταμοῦ πρὸ παντὸς χόρτου ἐκτιλήσεται.

χάρις ὡς παράδεισος σὺν εὐλογίαις, καὶ ἐλεημοσύνη εἰς τὸν αἰῶνα διαμένει.

ζωὴ αὐτάρκους ἐργάτου γλυκανθήσεται, καὶ ὑπὲρ ἀμφότερα ὁ εὑρίσκων θησαυρόν.

τέκνα καὶ οἰκοδομὴ πόλεως στηρίζουσιν ὄνομα, οἶνος καὶ μουσικὰ εὐφραίνουσι καρδίαν,

καὶ ὑπὲρ ἀμφότερα ἀγάπησις σοφίας.