Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

οὐ γὰρ ἐδόθη αὐτῷ παρὰ κυρίου χάρις, ὅτι πάσης σοφίας ἐστερήθη.

ἔστι σοφὸς τῇ ἰδίᾳ ψυχῇ, καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ ἐπὶ στόματος αἰνετοί.

ἀνὴρ σοφὸς τὸν ἑαυτοῦ λαὸν παιδεύει, καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ πιστοί.

ἀνὴρ σοφὸς πλησθήσεται εὐλογίας, καὶ μακαριοῦσιν αὐτὸν πάντες οἱ ὁρῶντες.

ζωὴ ἀνδρὸς ἐν ἀριθμῷ ἡμερῶν, καὶ αἱ ἡμέραι τοῦ [*](178 1) ᾿Ισραὴλ ἀναρίθμητοι.

σοφὸς ἐν τῷ λαῷ αὐτοῦ κληρονομήσει δόξαν, καὶ τὸ ὄνομα αὐτοῦ ἔσται εἰς τὸν αἰῶνα.

τέκνον, ἐν ζωῇ σου πείρασον τὴν ψυχήν σου, καὶ ἴδε τί πονηρὸν αὐτῇ, καὶ μὴ δῷς αὐτῇ·

οὐ γὰρ τὰ πάντα πᾶσι συμφέρει, καὶ οὐ πᾶσα ψυχὴ ἐν παντὶ εὐδοκιμεῖ.

μὴ ἀπληστεύου ἐν πάσῃ τρυφῇ, καὶ μὴ ἐκχυθῇς ἐπὶ ἐδεσμάτων·

ἐν πολλοῖς γὰρ βρώμασιν ἔσται νόσος, καὶ ἡ ἀπληστία ἐγγιεῖ ἕως χολέρας.

διὰ ἀπληστίαν πολλοὶ ἐτελεύτησαν, ὁ δὲ προσέχων προσθήσει ζωήν.

τίμα ἰατρὸν πρὸς τὰς χρείας τιμαῖς αὐτοῦ, καὶ γὰρ αὐτὸν ἔκτισεν ὁ κύριος.

παρὰ γὰρ ῾Υψίστου ἔστιν ἴασις, καὶ παρὰ βασιλέως λήψεται δόξαν.

51

ἐπιστήμη ἰατροῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ, καὶ ἔναντι μεγιστάνων θαυμασθήσεται.

Κύριος ἔκτισεν ἐκ γῆς φάρμακα, καὶ ἀνὴρ φρόνιμος οὐ προσοχθίσει αὐτοῖς.

ἀπὸ ξύλου ἐγλυκάνθη ὕδωρ εἰς τὸ γνωσθῆναι τὴν ἰσχὺν αὐτοῦ ἀπὸ ἀνθρώπου;

καὶ αὐτὸς ἔδωκεν ἀνθρώποις

  • ἐπιστήμην
  • ἐνδοξάζεσθαι ἐν τοῖς θαυμασίοις αὐτοῦ·

    ἐν αὐτοῖς ἐθεράπευσε καὶ ἦρε πόνον αὐτοῦ.

    μυρεψὸς ἐν τούτοις ποιήσει μίγμα· καὶ οὐ μὴ συντελεσθῇ τὰ ἔργα αὐτοῦ, καὶ εἰρήνη παρ’ αὐτοῦ ἐστιν ἐπὶ προσώπου τῆς γῆς.

    τέκνον, ἐν ἀρρωστήματί σου μὴ παράβλεπε, ἀλλ’ εὖξαι κυρίῳ, καὶ αὐτὸς ἰᾶταί σε·