Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

λόγον ὀνειδισμοῦ μὴ εἴπῃς αὐτῷ, καὶ μὴ αὐτὸν θλίψῃς [*]((XXXII)) ἐν ἀπαντήσει αὐτοῦ. ἡγούμενόν σε κατέστησαν ; μὴ ἐπαίρου· γίνου αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν·

φρόντισον αὐτῶν καὶ οὕτως κάθισον· καὶ πᾶσαν τὴν χρείαν σου ποίησον, καὶ εὐδοκιμήσας ἀνάπαυσαι·

ἵνα εὐφράνθης δι’ αὐτούς, καὶ εὐκοσμίας χάριν λάβῃς στέφανον·

[*](27 Cod. ἔπισον)
47

λάλησον πρεσβυτέρῳ, πρέπει γάρ σοι, ἐν ἀκριβείᾳ δὲ ἐπιστήμης, καὶ ἐμποδίσεις μουσικά.

ὅπου ἀκρόαμα, μὴ ἐκχέῃς λαλιάν, καὶ ἀκαίρως μὴ σοφίζου.

σφραγὶς ἄνθρακος ἐπὶ κόσμῳ χρυσῷ, σύγκριμα μουσικῶν ἐν συμποσίῳ οἴνου.

ἐν κατασκευάσματι χρυσῷ σφραγὶς σμαράγδου, μέλος μουσικῶν ἐφ’ ἡδεῖ οἴνῳ.

λάλησον, νεανίσκε, εἰ χρεία σου, μόλις δὶς ἐὰν ἐπερωτηθῇς·

κεφαλαίωσον λόγον, ἐν ὀλίγοις πολλά· γίνου ὡς γινώσκων καὶ ἅμα σιωπῶν.

ἐν μέσῳ μεγιστάνων μὴ ἐξισάζου, καὶ ὅπου λέγοντες, μὴ πολλὰ ἀδολέσχει.

πρὸ βροντῆς κατασπεύδει ἀστραπή, καὶ πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις.

ἐν ὥρᾳ ἐξεγείρου καὶ μὴ οὐρράγει, ἀπότρεχε εἰς οἶκον καὶ μὴ ῥᾳθύμει·

ἐκεῖ παῖζε καὶ ποίει τὰ ἐνθυμήματά σου, καὶ μὴ ἐν ἁμαρτίαις καὶ λόγῳ ὑπερηφάνῳ.

καὶ ἐπὶ τούτοις εὐλόγησον τὸν ποιήσαντά σε καὶ μεθύσκοντά σε ἀπὸ τῶν ἀγαθῶν αὐτοῦ.

ὁ φοβούμενος κύριον, ἐκδέξεται τὴν παιδείαν αὐτοῦ, καὶ οἱ ὀρθρίζοντες εὑρήσουσιν εὐδοκίαν.

ὁ ζητῶν νόμον ἐμπληθήσεται αὐτοῦ, καὶ ὁ ὑποκρινόμενος σκανδαλισθήσεται ἐν αὐτῷ·

[*](176 1)

οἱ φοβούμενοι κύριον εὑρήσουσι κρίμα, καὶ δικαιώματα ὡς φῶς ἐξάψουσιν.

ἄνθρωπος ἁμαρτωλὸς ἐκκλίνει ἐλεγμόν, καὶ κατὰ τὸ θέλημα αὐτοῦ ἐξευρίσκει σύγκριμα.

ἀνὴρ βουλῆς οὐ μὴ παρίδῃ διανόημα, ἀλλότριος δὲ καὶ ὑπερήφανος οὐ καταπτήξει φόβον, καὶ μετὰ τὸ ποιῆσαι μεθ’ ἑαυτοῦ ἄνευ βουλῆς.

ἄνευ βουλῆς μηθὲν ποιήσης, καὶ ἐν τῶ ποιῆσαι μὴ μεταμελοῦ.

ἐν ὁδῷ ἀντιπτώματος μὴ πορεύου, καὶ μὴ προσκόψῃς ἐν λιθώδεσι·