Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

καὶ εἰ ἐβιάσθης ἐν ἐδέσμασιν, ἀνάστα μεσοπορῶν ἔμεσον καὶ ἀναπαύση.

ἄκουσόν μου, τέκνον, καὶ μὴ ἐξουδενώσῃς με, καὶ ἐπ’ ἐσχάτων εὑ ῥήσεις τοὺς λόγους μου.

ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ἐντρεχής, καὶ πᾶν ἀρρώστημα οὐ μή σοι ἀπαντήσῃ.

λαμπρὸν ἐπ’ ἄρτοις εὐλογῆσαι χείλη, μαρτυρία τῆς καλλονῆς αὐτοῦ πιστή·

πονηρῷ ἐπ’ ἄρτῳ γογγύσει πόλις, καὶ ἡ μαρτυρία τῆς πονηρίας αὐτοῦ ἀκριβής.

ἐν οἴνῳ μὴ ἀνδρίζου, πολλοὺς γὰρ ἀπώλεσεν ὁ οἶνος.

κάμινος δοκιμάζει στόμωμα ἐν βαφῇ, οὕτως οἶνος ἐν καρδίᾳ ὑπερηφάνων ἐν μέθη.

ἐπ’ ἴσον ζωῆς οἶνος ἀνθρώποις, ἐὰν πίνης αὐτὸν ἐν μέτρῳ αὐτοῦ·

τίς ζωὴ ἐλασσουμένῳ οἴνῳ; καὶ αὐτὸς ἔκτισται εἰς εὐφροσύνην ἀνθρώποις·

ἀγαλλίαμα καρδίας καὶ εὐφροσύνη ψυχῆς οἶνος πινόμενος ἐν καιρῷ αὐτάρκης·

πικρία ψυχῆς οἶνος πινόμενος πολὺς ἐν ἐρεθισμῷ καὶ [*](XXXII) ἀντιπτώματι.

πληθύνει θυμὸν μέθη ἄφρονος εἰς πρόσκομμα, ἐλαττῶν ἰσχὺν καὶ προσποιῶν τραύματα.

ἐν συμποσίῳ οἴνου μὴ ἐλέγξῃς τὸν πλησίον, καὶ μὴ ἐξουδενώσῃς ὤσῃς αὐτὸν ἐν εὐφροσύνη αὐτοῦ·