Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

δὸς Ὑψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ, καὶ ἐν ἀγαθῷ ὀφθαλμῷ καθ’ εὕρεμα χειρός·

ὅτι Κύριος ἀνταποδιδούς ἐστι, καὶ ἀνταποδώσει ἑπταπλάσια· μὴ δωροκόπει, οὐ γὰρ προσδέξεται·

καὶ μὴ ἔπεχε θυσίᾳ ἀδίκῳ, ὅτι κριτὴς κύριός ἐστι,

καὶ οὐκ ἔστι παρ’ αὐτῷ δόξα προσώπου.

οὐ λήψεται κύριος πρόσωπον ἐπὶ πτωχῷ, καὶ δέησιν ἠ’ δίκη μένου εἰσακούσεται.

οὐ μὴ ὑπερίδη ἱκετείαν ὀρφανοῦ, καὶ χήραν ἐὰν ἐκχέῃ λαλιάν.

οὐχὶ δάκρυον χήρας ἐπὶ σιαγόνα καταβαίνει,

καὶ ἡ καταβόησις αὐτῆς ἐπὶ τῷ καταγαγόντι αὐτό;

θεραπεύων ἐν εὐδοκίᾳ δεχθήσεται, καὶ ἡ δέησις αὐτοῦ ἕως τῶν νεφελῶν συνάψει·

προσευχὴ ταπεινοῦ νεφέλας διῆλθε, καὶ ἕως συνεγγίσῃ, οὐ μὴ παρακληθῇ·

καὶ οὐ μὴ ἀποστῇ ἕως ἂν ἐπισκέψηται ὁ ὕψιστος·

κρινεῖ δικαίους καὶ ποιήσει κρίσιν, καὶ ὁ κύριος οὐ μὴ βραδύνῃ οὐδὲ μὴ μακροθυμήσῃ ἐπ’ αὐτοῖς ὁ κραταιός·