Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ὁ συντηρῶν νόμον πλεονάζει προσφοράς,

θυσιάζων σωτηρίου ὁ προσέχων ἐντολαῖς,

καὶ ἀνταποδιδοὺς χάριν ὡς προσφέρων σεμίδαλιν,

καὶ ὁ ποιῶν ἐλεημοσύνην θυσιάζων αἰνέσεως.

εὐδοκία Κυρίου, ἀποστῆναι ἀπὸ πονηρίας, καὶ ἐξιλασμὸς ἀποστῆναι ἀπὸ ἀδικίας.

μὴ ὀφθῇς ἐνώπιον κυρίου κενός, πάντα γὰρ ταῦτα χάριν ἐντολῆς.

προσφορὰ δικαίου λιπαίνει θυσιαστήριον,

καὶ ἡ εὐωδία αὐτῆς ἔναντι Ὑψίστου.

θυσία ἀνδρὸς δικαίου δεκτή, καὶ τὸ μνημόσυνον αὐτῆς οὐκ ἐπιλησθήσεται.

ἐν ἀγαθῷ ὀφθαλμῷ δόξασον τὸν κύριον, καὶ μὴ σμικρύνῃς ἀπαρχὴν χειρῶν σου·

ἐν πάσῃ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου, καὶ ἐν εὐφροσύνῃ ἁγίασον δεκάτην.

[*](174 1)