Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

χαλεπώτερά σου μὴ ζήτει ἀναισθήτως, καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε ἀφροσύνῃ.

[*](149 1)

ἃ προσετάγη σοι, ταῦτα διανοοῦ ὁσίως· οὐ γάρ ἐστί σοι χρεία τῶν κρυπτῶν βλέπειν ὀφθαλμοῖς.

ἐν τοῖς περισσοῖς τῶν λόγων σου μὴ περιεργάζου· πλείονα γὰρ συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι.

πολλοὺς ἐπλάνησεν ἡ ὑπόληψις αὐτῶν ἡ ματαία, καὶ ὑπόνοια πονηρὰ ὠλίσθησε διανοίας αὐτῶν.

κόρας μὴ ἔχων ἀπορήσεις φωτός, γνώσεως δὲ ἀμοιρῶν μὴ ἐπαγγέλλου. καρδία σκληρὰ κακωθήσεται ἐπ’ ἐσχάτων,

καὶ ὁ ἀγαπῶν κίνδυνον ἐν αὐτῷ ἀπολεῖται.

καρδία σκληρὰ βαρυνθήσεται πόνοις, καὶ ὁ ἁμαρτωλὸς προσθήσει ἁμαρτίας ἐφ’ ἁμαρτίας.

ἐν ἐπαγωγῆ ὑπερηφάνου οὐκ ἔστιν ἴασις,

ὁδοιπορίαι αὐτοῦ ἐκριζωθήσονται, φυτὸν γὰρ πονηρίας ἐρρίζωκεν ἐν αὐτῷ.

καρδία συνετοῦ διανοηθή-

5
σεται παραβολήν, καὶ οὖς ἀκροατοῦ ἐπιθυμία σοφοῦ.

πῦρ φλογιζόμενον ἀποσβέσει ὕδωρ, καὶ ἐν ἐλεημοσύναις ἐξιλάσεται ἁμαρτίας.

καὶ Κύριος ὁ ἀνταποδιδοὺς χάριτας μέμνηται εἰς τὰ μετὰ ταῦτα, καὶ ἐν καιρῷ πτώσεως αὐτοῦ εὑρήσει στήριγμα.

τέκνον, τὴν ζωὴν τοῦ πτωχοῦ μὴ ἀποστερήσῃς, καὶ μὴ παρελκύσῃς ὀφθαλμοὺς ἐπιδεεῖς.

ψυχὴν πεινῶσαν μὴ λυπήσῃς, καὶ μὴ παρελκύσῃς ἄνδρα ἐν ἀπορίᾳ αὐτοῦ.

καρδίαν παρωρηισμένην μὴ προσταράξῃς, καὶ μὴ παρελκύσῃς δόσιν προσδεομένου.

ἱκέτην θλιβόμενον μὴ ἀπαναίνου, καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ πτωχοῦ.

ἀπὸ δεομένου μὴ ἀποστρέψῃς ὀφθαλμόν, καὶ μὴ δῷς τόπον ἀνθρώπῳ καταράσασθαί σε.

καταρωμένου γάρ σε ἐν πικρίᾳ ψυχῆς αὐτοῦ, τῆς δεήσεως αὐτοῦ εἰσακούσεται ὁ ποιήσας αὐτόν.

[*](149 2)

προσφιλῆ σεαυτὸν ποίει συναγωγῇ, καὶ μεγιστᾶνι ταπείνου τὴν κεφαλήν σου.

κλῖνον τὸ οὖς σου πτωχῷ ἀλύπως, καὶ ἀποκρίθητι αὐτῷ εἰρηνικὰ ἐν πρᾳότητι.

ἐξελοῦ ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος, καὶ μὴ ὀλιγοψυχήσῃς ἐν τῷ κρίνειν σε.