Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἐμοῦ τοῦ πατρὸς ἀκούσατε, τέκνα, καὶ οὕτως ποιήσατε, ἵνα σωθῆτε.

ὁ γὰρ κύριος ἐδόξασε πατέρα ἐπὶ τέκνοις, καὶ κρίσιν μητρὸς ἐστεπρέωσεν [*](148 2) ἐφ’ υἱούς.

ὁ τιμῶν πατέρα ἐξιλάσεται ἁμαρτίας· καὶ ὡς ἀποθησαυρίζων ὁ δοξάζων μητέρα αὐτοῦ.

ὁ τιμῶν πατέρα εὐφρανθήσεται ἐπὶ τέκνοις,

καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται.

ὁ δοξάζων πατέρα μακροημερεύσει, καὶ ὁ εἰσακούων κυρίου ἀναπαύσει μητέρα αὐτοῦ.

ὁ φοβούμενος Κύριον τιμήσει πατέρα, [*](3 Cod. ἐξιλάσκεται)

4
καὶ ὡς δεσπόταις δουλεύσει τοῖς γεννήσασιν αὐτόν.

ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἵνα ἐπέλθῃ σοι εὐλογία παρ’ αὐτῶν·

εὐλογία γὰρ πατρὸς στηρίζει οἴκους τέκνων, κατάρα δὲ μητρὸς ἐκριζοῖ θεμέλια.

μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου, οὐ γάρ ἐστί σοι δόξα πατρὸς ἀτιμία·

ἡ γὰρ δόξα ἀνθρώπου ἐκ τιμῆς πατρὸς αὐτοῦ, καὶ ὄνειδος τέκνοις μήτηρ ἐν ἀδοξίᾳ.

τέκνον ἀντιλαβοῦ ἐν γήρᾳ πατρός σου, καὶ μὴ λυπήσῃς αὐτὸν ἐν ζωῇ σου.

καὶ ἐὰν ἀπολείπῃ σύνεσιν, συγγνώμην ἔχε, καὶ μὴ ἀτιμάσῃς αὐτὸν ἐν πάση ἰσχύι σου·

ἐλεημοσύνη γὰρ πατρός σου οὐκ ἐπιλησθήσεται, καὶ ἀντὶ ἁμαρτιῶν προσανοικοδομηθήσεταί σοι·

ἐν ἡμέρᾳ θλίψεως ἀναμνησθήσεταί σου· ὡς εὐδία ἐπὶ παγετῷ, οὕτως ἀναλυθήσονταί σου αἱ ἁμαρτίαι.

ὡς βλάσφημος ὁ ἐγκαταλείπων πατέρα αὐτοῦ, καὶ κεκατηραμένος ὑπὸ κυρίου ὁ παροργίζων μητέρα αὐτοῦ.

τέκνον, τὰ ἔργα σου ἐν πρᾳότητι διεξάγαγε, καὶ ὑπὸ ἀνθρώπου δεκτοῦ ἀγαπηθήσῃ.

ὅσῳ μέγας εἶ, τοσούτῳ ταπείνου σεαυτόν, καὶ ἔναντι κυρίου εὑρήσεις χάριν.

πολλοί εἰσιν ὑψηλοὶ καὶ ἐπίδοξοι· ἀλλὰ πρᾳέσιν ἀποκαλύπτεται μυστήρια.

ὅτι μεγάλη ἡ δυναστεία Κυρίου, καὶ ὑπὸ τῶν ταπεινῶν δοξάζεται.