Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ὁ ποιῶν ἔλεος δανειεῖ τῶ πλησίον, καὶ ὁ ἐπισχύων τῆ χειρὶ αὐτοῦ τηρεῖ ἐντολάς.

δάνεισον τῷ πλησίον ἐν καιρῷ χρείας αὐτοῦ, καὶ πάλιν ἀπόδος τῷ πλησίον εἰς τὸν καιρόν·

[*](171 1)

στερέωσον λόγον σου καὶ πιστώθητι μετ’ αὐτοῦ, καὶ ἐν παντὶ καιρῷ εὑρήσεις τὴν χρείαν σου.

πολλοὶ ὡς εὕρημα ἐνόμισαν τὸ δάνος, καὶ παρέσχον κόπον τοῖς βοηθήσασιν αὐτοῖς.

ἕως οὗ λάβη, καταφιλεῖ χεῖρας αὐτοῦ, καὶ ἐπὶ τῶν χρημάτων τοῦ πλησίον ταπεινώσει φωνήν·

καὶ ἐν καιρῷ ἀποδόσεως παρελκύσει χρόνον, καὶ ἀποδώσει λόγον ἀκηδίας καὶ τὸν καιρὸν αἰτιάσεται.

ἐὰν δὲ ἰσχύσῃ ὁ δούς, μόλις κομιεῖται τὸ ἥμισυ καὶ λογιεῖται αὐτὸ ὡς εὕρημα· εἰ δὲ μή, ἀπεστέρησεν αὐτὸν τῶν χρημάτων αὐτοῦ, καὶ ἐκτήσατο αὐτὸν δωρεὰν ἐχθρόν·

κατάρας καὶ λοιδορίας ἀποδώσει αὐτῷ, ἀντὶ δόξης ἀποδώσει αὐτῷ ἀτιμίαν.