Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

θάνατος πονηρὸς ὁ θάνατος αὐτῆς, καὶ λυσιτελὴς μᾶλλον ὁ ᾅδης αὐτῆς.

οὐ μὴ κρατήση εὐσεβῶν, καὶ ἐν τῇ φλογὶ αὐτῆς οὐ μὴ καήσονται.

οἱ καταλείποντες τὸν κύριον ἐμπεσοῦνται εἰς αὐτήν, καὶ ἐν αὐτοῖς ἐκκαυθήσεται καὶ οὐ μὴ σβεσθῇ·

ἐπαποσταλήσεται αὐτοῖς ὡς λέων, καὶ ὡς πάρδαλις λυμανεῖται αὐτούς.

ἴδε, περίφραξον τὸ κτῆμά σου ἀκάνθαις, καὶ τῶ στόματί σου ποίησον θυρώματα καὶ μοχλούς.

τὸ ἀργύριόν σου καὶ χρυσίον σου κατάδησον, καὶ τοῦ λόγου σου ποίησον ζυγόσταθμον·

καὶ τῷ στόματί σου ποίησον θύραν καὶ μοχλόν, καὶ πρόσεχε μή πὼς ὀλισθήσῃς ἐν αὐτοῖς,

μὴ πέσῃς κατέναντι ἐνεδρεύοντος.