Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

διήγησις εὐσεβοῦς διὰ παντὸς ἐν σοφίᾳ, ὁ δὲ ἄφρων ὡς σελήνη ἀλλοιοῦται.

εἰς μέσον ἀσυνέτων συντήρησον καιρόν, εἰς μέσον δὲ διανοουμένου ἐνδελέχιζε.

διήγησις μωρῶν προσόχθισμα, καὶ ὁ γέλως αὐτῶν ἐν σπατάλη ἁμαρτίας.

λαλιὰ πολυόρκου ὀρθώσει τρίχας, καὶ ἡ μάχη αὐτῶν ἐμφραγμὸς ὠτίων.

ἔκχυσις αἵματος μάχη ὑπερηφάνων, καὶ ἡ διαλοιδόρησις αὐτῶν ἀκοὴ μοχθηρά.

ὁ ἀποκαλύπτων μυστήρια ἀπώλεσε πίστιν, καὶ οὐ μὴ εὕρῃ φίλον πρὸς τὴν ψυχὴν αὐτοῦ.

στέρξον φίλον καὶ πιστώθητι μετ’ αὐτοῦ· ἐὰν δὲ ἀποκαλύψῃς τὰ μυστήρια αὐτοῦ, οὐ μὴ καταδιώξῃς ὀπίσω αὐτοῦ.

καθὼς γὰρ ἀπώλεσεν ἄνθρωπος τὸν ἐχθρὸν αὐτοῦ, οὕτως ἀπώλεσε τὸν πλησίον αὐτοῦ.

καὶ ὡς πετεινὸν ἐκ χειρός σου ἀπολύσας, οὕτως ἀφῆκας τὸν πλησίον, καὶ οὐ θηρεύσεις αὐτόν.

μὴ αὐτὸν διώξης, ὅτι μακρὰν ἀπέστη, καὶ ἐξέφυγεν ὡς δορκὰς ἐκ παγίδος.

ὅτι τραῦμά ἐστι καταδῆσαι, καὶ λοιδορίας ἐστὶ διαλλαγή· ὁ δὲ ἀποκαλύψας μυστήρια ἀπώλεσε πίστιν.

διανεύων ὀφθαλμῷ τεκταίνει πονηρά, καὶ ὁ εἰδὼς αὐτὸν ἀποστήσεται ἀπ’ αὐτοῦ·

ἀπέναντι τῶν ὀφθαλμῶν σου γλυκανεῖ τὸ στόμα αὐτοῦ καὶ ἐπὶ τῶν λόγων σου θαυμάσει, ὕστερον δὲ διαστρέψει τὸ στόμα αὐτοῦ καὶ ἐν τοῖς λόγοις σου δώσει σκάνδαλα.

38
[*](170 1)

πολλὰ ἐμίσησα καὶ οὐχ ὡμοίωσα αὐτῷ, καὶ ὁ κύριος μισήσει.

ὁ βάλλων λίθον εἰς ὕψος ἐπὶ κεφαλῆς αὐτοῦ βάλλει, καὶ πληγὴ δολία διαιρεῖ τραῦμα.

ὁ ὀρύσσων βόθρον ἐμπεσεῖται εἰς αὐτόν, καὶ ὁ ἱστῶν παγίδα ἁλώσεται ἐν αὐτὴ.

ποιοῦντι πονηρὰ ἐπ’ αὐτὸν αὐλισθήσεται, καὶ οὐ μὴ ἐπιγνῷ πόθεν ἥ κεἰ αὐτῷ.

ἐμπαιγμὸς καὶ ὀνειδισμὸς ὑπερηφάνων, καὶ ἡ ἐκδίκησις ὡς λέων ἐνεδρεύσει αὐτούς.

παγίδι ἁλώσονται οἱ εὐφραινόμενοι ἐν πτώσει εὐσεβῶν, καὶ ὀδύνη καταναλώσει αὐτοὺς πρὸ τοῦ θανάτου αὐτῶν.

μῆνις καὶ ὀργή, καὶ ταῦτά ἐστι βδελύγματα· καὶ ἀνὴρ ἁμαρτωλὸς ἐγκρατὴς ἔσται αὐτῶν.