Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ὁ ἐκδικῶν παρὰ κυρίου εὑρήσει ἐκδίκησιν, καὶ τὰς ἁμαρτίας αὐτοῦ διατηρῶν διατηρήσει.

ἄφες τὸ ἀδίκημα τῷ πλησίον, καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται.

ἄνθρωπος ἀνθρώπῳ συντηρεῖ

  • ὀργήν, καὶ
  • παρὰ κυρίου ζητεῖ ἴασιν ;

    καὶ ἐπ’ ἄνθρωπον ὅμοιον αὐτῷ οὐκ ἔχει

  • ἔλεον,
  • καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεῖται;

    αὐτὸς σὰρξ ὢν διατηρεῖ μῆνιν, καὶ τίς ἐξιλάσεται τὰς ἁμαρτίας αὐτοῦ;

    μνήσθητι τὰ ἔσχατα καὶ παῦσαι ἐχθραίνων, καὶ μὴ μὴν ἴσης τῷ πλησίον, καταφθορὰν καὶ θάνατον, καὶ ἔμμενε ἐντολαῖς.

    μνήσθητι ἐντολῶν καὶ μὴ μηνίσῃς τῷ πλησίον, καὶ διαθήκης Ὑψίστου, καὶ πάριδε ἄγνοιαν.

    ἀπόσχου ἀπὸ μάχης, καὶ ἐλαττώσεις ἁμαρτίας· ἄνθρωπος γὰρ θυμώδης ἐκκαύσει μάχην·

    ἀνὴρ ἁμαρτωλὸς ταράξει φίλους, καὶ ἀνὰ μέσον εἰρηνευόντων ἐμβαλεῖ διαβολήν.

    κατὰ τὴν ὕλην τοῦ πυρὸς οὕτως ἐκκαυθήσεται, κατὰ τὴν στερέωσιν τῆς μάχης τὸ πῦρ αὐξηθήσεται. κατὰ τὴν ἰσχὺν τοῦ ἀνθρώπου ὁ θυμὸς αὐτοῦ ἔσται, καὶ κατὰ τὸν πλοῦτον τοῦ ἀνθρώπου ἀνυψοῖ ὀργὴν αὐτοῦ.

    [*](170 2)

    ἔρις κατασπευδομένη ἐκκαίει πῦρ, καὶ μάχη κατασπεύδουσα ἐκχέει αἷμα.

    ἐὰν φυσήσῃς εἰς σπινθῆρα καήσεται· καὶ ἀμφότερα ἐκ τοῦ στόματός σου ἐκπορεύεται.

    ψίθυρον καὶ δίγλωσσον καταράσασθε, πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσαν.

    γλῶσσα δισσὴ πολλοὺς ἐσάλευσε καὶ διέστησεν αὐτοὺς ἀπὸ ἔθνους εἰς ἔθνος, καὶ πόλεις ὀχυρὰς καθεῖλε, καὶ οἰκίας μεγιστάνων κατέστρεψε·

    γλῶσσα δισσὴ γυναῖκας

    39
    ἀνδρείας ἐξέβαλε, καὶ ἐστέρησεν αὐτὰς τῶν πόνων αὐτῶν·

    ὁ προσέχων αὐτῇ οὐ μὴ εὕρῃ ἀνάπαυσιν, οὐδὲ κατασκηνώσει μετὰ ἡσυχίας.

    πληγὴ μάστιγος ποιήσει μώλωπα, πληγὴ δὲ γλώσσης συνθλάσει ὀστέα.

    πολλοὶ ἔ πέσον ἐν στόματι μαχαίρας, καὶ οὐχ ὡς οἱ πεπτωκότες διὰ γλῶσσαν.

    μακάριος ὁ σκεπασθεὶς ἀπὸ προσώπου αὐτῆς, ὃς οὐ διῆλθεν ἐν τῷ θυμῷ αὐτῆς,

    ὃς οὐχ εἵλκυσε τὸν ζυγὸν αὐτῆς, καὶ ἐν τοῖς δεσμοῖς αὐτῆς οὐκ ἐδέθη·

    ὁ γὰρ ζυγὸς αὐτῆς ζυγὸς σιδηροῦς, κοὶ οἱ δεσμοὶ αὐτῆς δεσμοὶ χαλκοῖ·