Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

χάρις ἐπὶ χάριτι γυνὴ αἰσχυντηρὰ καὶ πιστή, καὶ οὐκ ἔστιν σταθμὸς πᾶς ἄξιος ἐγκρατοῦς ψυχῆς αὐτῆς.

ἥλιος ἀνατέλλων ἐν ὑψίστοις κυρίου, καὶ κάλλος γυναικὸς ἀγαθῆς ἐν κόσμῳ οἰκίας αὐτῆς.

λύχνος ἐκλάμπων ἐπὶ λυχνίας ἁγίας, καὶ κάλλος προσώπου ἐπὶ ἡλικίᾳ στασίμῃ·

στῦλοι χρύσεοι ἐπὶ βάσεσιν ἀργυραῖς, καὶ πόδες ὡραῖοι ἐπὶ στέρνοις εὐσταθέσι. τέκνον, ἀκμὴν ἡλικίας σου συντήρησον ὑγιῆ, καὶ μὴ δῷς ἀλλοτρίοις τὴν ἰσχύν σου.

ἀναζητήσας παντὸς πεδίου εὔγεον κλῆρον, σπεῖρε τὰ ἴδια σπέρματα πεποιθὼς τῆ εὐγενείᾳ σου·

οὕτως τὰ γεννήματά σου περιόντα καὶ παρρησίαν εὐγενείας [*](169 1) ἔχοντα μεγαλυνοῦσι.

γυνὴ μισθία ἴση σιάλῳ λογισθήσεται, ὕπανδρος δὲ πύργος θανάτου τοῖς χρωμένοις λογισθήσεται.

γυνὴ ἀσεβὴς ἀνόμῳ μερὶς δοθήσεται, εὐσεβὴς δὲ δίδοται τῷ φόβου μένω τὸν κύριον.

γυνὴ ἀσχήμων ἀτιμίαν κατατρίψει, θυγάτηρ δὲ εὐσχήμων καὶ τὸν ἄνδρα ἐντραπήσεται.

γυνὴ ἀδιάτρεπτος ὡς κύων λογισθήσεται, ἡ δὲ ἔχουσα αἰσχύνην τὸν κύριον φοβηθήσεται.

γυνὴ ἄνδρα ἴδιον τιμῶσα σοφὴ πᾶσι φανήσεται, ἀτιμάζουσα δὲ ἀσεβὴς ἐν ὑπερηφανίᾳ πᾶσι γνωσθήσεται.

γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνήρ, ὁ γὰρ ἀριθμὸς τῶν ἐτῶν αὐτοῦ διπλάσιος ἔσται.

γυνὴ μεγαλόφωνος καὶ γλωσσώδης πολεμίων εἰς τροπὴν θεωρηθήσεται.

ἀνθρώπου δὲ παντὸς ψυχὴ ὁμοιότροπος τούτοις πολέμου ἀκαταστασίαις τὴν ψυχὴν διατηθήσεται.

ἐπὶ δυσὶ λελύπηταί μου ἡ καρδία, καὶ ἐπὶ τῷ τρίτῳ θυμός μοι ἐπῆλθεν· ἀνὴρ πολεμιστὴς ὑστερῶν δι’ ἔνδειαν, καὶ ἄνδρες συνετοὶ ἐὰν σκυβαλισθῶσιν,

ἐπανάγων ἀπὸ δικαιοσύνης εἰς ἁμαρτίαν· ὁ κύριος ἑτοιμάσει αὐτὸν εἰς ῥομφαίαν.

μόλις ἐξαιρεῖται ἔμπορος ἀπὸ πλημμελείας, καὶ οὐ δικαιωθήσεται κάπηλος ἀπὸ [*](12 Cod. prima manu σύσεγγυς)

37
ἁμαρτίας.

χάριν ἀδιαφόρου πολλοὶ ἥμαρτον, καὶ ὁ ζητῶν πληθύναι ἀποστρέψει ὀφθαλμὸν αὐτοῦ.

ἀν’ ἁ μέσον ἁρμῶν λιθίνων παγήσεται πάσσαλος, καὶ ἀν’ ἁ μέσον πράσεως καὶ ἀγορασμοῦ συντριβήσεται ἁμαρτία.

ἐὰν μὴ ἐν φόβῳ κυρίου κρατήσῃ κατὰ σπουδήν, ἐν τάχει καταστραφήσεται αὐτοῦ ὁ οἶκος.

ἐν σείσματι κοσκίνου διαμένει κοπρία, οὕτως σκῦλα ἀνθρώπου ἐν λογισμῷ αὐτοῦ.

σκεύη κεραμέως δοκιμάζει κάμινος, καὶ πειρασμὸς ἀνθρώπου ἐν διαλογισμῷ αὐτοῦ.