Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

μὴ προσπέσῃς εἰς κάλλος γυναικός, καὶ γυναῖκα μὴ ἐπιποθήσῃς εἰς τρυφήν.

ὀργὴ καὶ ἀναίδεια καὶ αἰσχύνη μεγάλη γυνὴ ἐὰν ἐπιχορήγῃ τῷ ἀνδρὶ αὐτῆς.

καρδία ταπεινὴ καὶ πρόσωπον σκυθρωπὸν καὶ πληγὴ καρδίας γυνὴ πονηρά. χεῖρες παρειμέναι καὶ γόνατα παραλελυμένα, ἥτις οὐ παρακαλέσει τὸν ἄνδρα αὐτῆς ἐν στενώσει.

ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας, καὶ δι’ αὐτὴν ἀποθνήσκομεν πάντες.

μὴ δῷς διέξοδον ὕδατι, μηδὲ γυναικὶ πονηρᾷ παρρησίαν ἐξόδου·

εἰ μὴ πορεύεται κατὰ χεῖρά σου, ἀπὸ τῶν σαρκῶν σου ἀπότεμε αὐτήν, δίδου καὶ ἀπόλυσον.

γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνήρ, καὶ ὁ ἀριθμὸς τῶν ἡμερῶν αὐτοῦ διπλάσιος.

γυνὴ ἀνδρεία εὐφραίνει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ἔτη τῆς ζωῆς αὐτοῦ πληρώσει ἐν εἰρήνῃ.

γυνὴ ἀγαθὴ μερὶς ἀγαθή, ἐν μερίδι φοβουμένων τὸν κύριον δοθήσεται.

πλουσίου δὲ καὶ πτωχοῦ καρδία ἀγαθὴ πρὸς Κύριον, ἐν παντὶ καιρῷ πρόσωπον ἔχοντες ἱλαρὸν γαυριάσουσιν.

ἀπὸ τριῶν εὐλαβήθη μου ἡ καρδία, καὶ ἐπὶ τῷ τετάρτῳ προσώπω ἐφοβήθην·

διαβολὴν πόλεως, καὶ ἐκκλησίαν ὄχλου, καὶ καταψευσμόν, ὑπὲρ θάνατον πάντα μοχθηρά·

[*](168 2)

ἄχθος καρδίας καὶ πένθος γυνὴ ἀντίζηλος γυναικί, καὶ μάστιγξ γλώσσης πᾶσιν ἐπικοινωνοῦσα.

βοοζύγιον σαλευόμενον γυνὴ πονηρά, ὁ κρατῶν αὐτῆς ὡς δρασσόμενος σκορπίου.

ὀργὴ μεγάλη γυνὴ μέθυσος καὶ ῥεμβάς, καὶ τὴν ἀσχημοσύνην αὐτῆς οὐ συγκαλύψει.

πορνεία γυναικὸς ἐν μετεωρισμοῖς ὀφθαλμῶν, καὶ ἐν τοῖς βλεφάροις αὐτῆς γνωσθήσεται.

ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν, ἵνα μὴ εὑροῦσα ἄνεσιν ἑαυτῇ χρήσηται·

ὀπίσω ἀναιδοῦς ὀφθαλμοῦ φύλαξαι, καὶ μὴ θαυμάσῃς ἐὰν εἰς σὲ πλημμελήσῃ.

ὡς διψῶν ὁδοιπόρος στόμα [*](5 Cod. καταψευσμὸν Ι ὑπὲρ θάνατον· πάντα . . . .)

36
ἀνοίξει εὑρὼν πηγήν, καὶ ἀπὸ παντὸς ὕδατος τοῦ σύνεγγυς πίεται, κατέναντι παντὸς πασσάλου καθήσεται, καὶ ἔναντι βέλους ἀνοίξει φαρέτραν.

χάρις γυναικὸς τέρψει ἄνδρα αὐτῆς, καὶ τὰ ὀστᾶ αὐτοῦ πιανεῖ ἡ ἐπιστήμη αὐτῆς.

δόσις κυρίου γυνὴ σιγηρὰ καὶ εὔνους, καὶ οὐκ ἔστιν ἀντάλλαγμα πεπαιδευμένης ψυχῆς·