Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἐννέα ὑπονοήματα ἐμακάρισα ἐν καρδίᾳ μου, καὶ τὸ δέκατον ἐρῶ ἐν τῆ γλώσσῃ μου·

ἄνθρωπος ἐπὶ τέκνοις εὐφραινόμενος, ζῶν καὶ βλέπων ἐπὶ πτώσει ἐχθρῶν.

μακάριος ὁ συνοικῶν γυναικὶ συνετῇ, καὶ ὃς ἐν γλώσση οὐκ ὠλίσθησε, καὶ ὃς οὐκ ἐδούλευσεν ἀναξίῳ ἑαυτοῦ.

μακάριος ὃς εὗρε φρόνησιν, καὶ ὁ διηγούμενος εἰς ὦτα ἀκουόντων·

ὡς μέγας ὁ εὑρὼν σοφίαν, ἀλλ’ οὐκ ἔστιν ὑπὲρ τὸν φοβούμενον τὸν κύριον·

ἀγάπησις δὲ κυρίου ὑπὲρ πάντα ὑπερέβαλεν εἰς φωτισμόν, ὁ κρατῶν αὐτὸν τίνι ὁμοιωθήσεται;

φόβος κυρίου ἀρχὴ ἀγαπήσεως αὐτοῦ· πίστις δὲ ἀρχὴ κολλήσεως αὐτοῦ.

πᾶσαν πληγήν, καὶ μὴ πληγὴν καρδίας· καὶ πᾶσαν πονηρίαν, καὶ μὴ πονηρίαν γυναικός·

πᾶσαν ἐπαγωγήν, καὶ μὴ ἐπαγωγὴν μισούντων· καὶ πᾶσαν ἐκδίκησιν, καὶ μὴ ἐκδίκησιν ἐχθρῶν.

οὐκ ἔστι κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως, καὶ οὐκ ἔστι θυμὸς [*](168 1) ὑπὲρ θυμὸν ἐχθροῦ.

συνοικῆσαι λέοντι καὶ δράκοντι εὐδοκῶ ἢ συνοικῆσαι μετὰ γυναικὸς πονηρᾶς.

πονηρία γυναικὸς ἀλλοτριοῖ τὸ πρόσωπον αὐτῆς, καὶ σκοτοῖ τὸ πρόσωπον αὐτῆς ὡς ἄρκος·

ἀνὰ μέσον τῶν πλησίον αὐτοῦ ἀναπεσεῖται ὁ ἀνὴρ αὐτῆς, καὶ [*](18 Cod. ἀνάμεσον (ita saepius))

35
ἀκουσίως ἀναστενάξει δι’ αὐτήν.

μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός, κλῆρος ἁμαρτωλοῦ ἐπιπέσοι αὐτῇ.

ὡς ἀνάβασις ἀμμώδης ἐπὶ ποσὶ πρεσβύτου, οὕτως γυνὴ γλωσσώδης ἀνδρὶ ἡσύχῳ.

μὴ προσπέσῃς εἰς κάλλος γυναικός, καὶ γυναῖκα μὴ ἐπιποθήσῃς εἰς τρυφήν.

ὀργὴ καὶ ἀναίδεια καὶ αἰσχύνη μεγάλη γυνὴ ἐὰν ἐπιχορήγῃ τῷ ἀνδρὶ αὐτῆς.

καρδία ταπεινὴ καὶ πρόσωπον σκυθρωπὸν καὶ πληγὴ καρδίας γυνὴ πονηρά. χεῖρες παρειμέναι καὶ γόνατα παραλελυμένα, ἥτις οὐ παρακαλέσει τὸν ἄνδρα αὐτῆς ἐν στενώσει.

ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας, καὶ δι’ αὐτὴν ἀποθνήσκομεν πάντες.

μὴ δῷς διέξοδον ὕδατι, μηδὲ γυναικὶ πονηρᾷ παρρησίαν ἐξόδου·

εἰ μὴ πορεύεται κατὰ χεῖρά σου, ἀπὸ τῶν σαρκῶν σου ἀπότεμε αὐτήν, δίδου καὶ ἀπόλυσον.