Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἐν τρισὶν ὡραίσθην καὶ ἀνέστην ὡραία ἔναντι Κυρίου,

ἔναντι κυρίου καὶ ἀνθρώπων, ὁμόνοιαν ἀδελφῶν, καὶ φιλίαν τοῦ

  • πλησίον,
  • καὶ ἀνὴρ καὶ γυνὴ ἑαυτοῖς συμπεριφερόμενοι.

    τρία δὲ εἴδη ἐμίσησεν ἡ ψυχή μου καὶ προσώχθισα σφόδρα τῇ ζωῇ αὐτῶν· πτωχὸν ὑπερήφανον, καὶ πλούσιον ψεύστην, καὶ γέροντα μοιχὸν ἐλαττούμενον συνέσει.

    ἐν νεότητι οὐ συνήγαγες, καὶ πῶς ἂν εὕρῃς ἐν τῷ γήρᾳ σου ;

    ὡς ὡραῖον πολιαῖς κρίσις, καὶ πρεσβυτέροις γνῶναι βουλήν·

    ὡς ὡραία γερόντων σοφία, καὶ δεδοξασμένοις διανόημα καὶ βουλή.

    στέφανος γερόντων πολυπειρία, καὶ τὸ καύχημα αὐτῶν φόβος Κυρίου.

    ἐννέα ὑπονοήματα ἐμακάρισα ἐν καρδίᾳ μου, καὶ τὸ δέκατον ἐρῶ ἐν τῆ γλώσσῃ μου·

    ἄνθρωπος ἐπὶ τέκνοις εὐφραινόμενος, ζῶν καὶ βλέπων ἐπὶ πτώσει ἐχθρῶν.

    μακάριος ὁ συνοικῶν γυναικὶ συνετῇ, καὶ ὃς ἐν γλώσση οὐκ ὠλίσθησε, καὶ ὃς οὐκ ἐδούλευσεν ἀναξίῳ ἑαυτοῦ.

    μακάριος ὃς εὗρε φρόνησιν, καὶ ὁ διηγούμενος εἰς ὦτα ἀκουόντων·

    ὡς μέγας ὁ εὑρὼν σοφίαν, ἀλλ’ οὐκ ἔστιν ὑπὲρ τὸν φοβούμενον τὸν κύριον·

    ἀγάπησις δὲ κυρίου ὑπὲρ πάντα ὑπερέβαλεν εἰς φωτισμόν, ὁ κρατῶν αὐτὸν τίνι ὁμοιωθήσεται;

    φόβος κυρίου ἀρχὴ ἀγαπήσεως αὐτοῦ· πίστις δὲ ἀρχὴ κολλήσεως αὐτοῦ.

    πᾶσαν πληγήν, καὶ μὴ πληγὴν καρδίας· καὶ πᾶσαν πονηρίαν, καὶ μὴ πονηρίαν γυναικός·

    πᾶσαν ἐπαγωγήν, καὶ μὴ ἐπαγωγὴν μισούντων· καὶ πᾶσαν ἐκδίκησιν, καὶ μὴ ἐκδίκησιν ἐχθρῶν.