Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

οἱ ἐσθίοντές με ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν·

ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται διὰ παντός, καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσι.

ταῦτα πάντα βίβλος διαθήκης θεοῦ ὑψίστου.

᾿Εκ τοῦ δευτερονομίου.

νόμος ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς κληρονομίαν ἐν συναγωγαῖς ᾿Ιακώβ. μὴ ἐκλύεσθε ἰσχύειν ἐν κυρίῳ, ἵνα κραταιώσῃ ὑμᾶς αὐτός· κολλᾶσθε πρὸς αὐτόν· κύριος παντοκράτωρ ὁ θεὸς μόνος ἐστί, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ σωτήρ.

ἐμπιπλῶν ὡς Φεισὼν πάντα τῆς σοφίας αὐτοῦ, καὶ ὡς Τίγρις ἐν ἡμέραις νέων.

ὁ ἀναπληρῶν ὡς Εὐφράτης σύνεσιν, καὶ ὡς ᾿Ιορδάνης ἐν ἡμέραις θερισμοῦ·

ὁ ἐκφαίνων ὡς φῶς παιδείαν γνώσεως, καὶ ὡς Γηὼν ἐν ἡμέραις τρυγήτου.

οὐ συνετέλεσεν ὁ πρῶτος γνῶναι αὐτήν, καὶ οὕτως ὁ ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν·

ἀπὸ γὰρ θαλάσσης ἐπληθύνθη τὰ διανοήματα αὐτῆς, καὶ ἡ βουλὴ αὐτῆς ἀπὸ ἀβύσσου μεγάλης.

ἐγὼ ἡ σοφία ὡς διῶρυξ ἀπὸ ποταμοῦ, καὶ ὡς ὑδραγωγὸς ἐξῆλθον εἰς παράδεισον.

εἶπον· ποτίσω μου τὸν κῆπον τὸν ἄριστον, καὶ μεθύσω μου τὴν πρασιὰν τὴν δικαίαν·

καὶ ἰδοὺ ἐγένετό μοι ἡ διῶρυξ εἰς ποταμόν, καὶ ὁ ποταμός μου ἐγένετο εἰς θάλασσαν.

ὅτι παιδείαν ὡς ὄρ φωτιῶ, καὶ ἐκφανῶ αὐτὴν ἕως εἰς μακράν·

ὅτι διδασκαλίαν ὡς προφητείαν ἐκχεῶ, καὶ καταλείψω

34
[*](167 2) αὐτὴν εἰς γενεὰς τῶν αἰώνων.

ἴδετε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, ἀλλὰ πᾶσι τοῖς ἐκζητοῦσιν αὐτήν.