Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἐπὶ φίλον ἐὰν σπάσῃ μάχαιραν, μὴ ἀπελπίσῃς, ἔστι γὰρ ἐπάνοδος.

ἐπὶ φίλον ἐὰν ἀνοίξης στόμα, μὴ εὐλαβηθῇς, [*](14 * in marg. ABBREV. αι μωρός 1 8 f in marg. ABBREV. αι χάλικες)

30
ἔστι γὰρ διαλλαγή. πλὴν ὀνειδισμοῦ κοὶ ὑπερηφανίας καὶ μυστηρίου ἀποκαλύψεως καὶ πληγῆς δολίας· ἐν τούτοις γὰρ ἀποφεύξεται πᾶς φίλος.

πίστιν κτῆσαι ἐν πτωχείᾳ μετὰ τοῦ πλησίον, ἵνα ἐν τοῖς ἀγαθοῖς αὐτοῦ εὐφρανθῇς. ἐν καιρῷ θλίψεως διάμενε αὐτῶ, ἵνα τὴν κληρονομίαν αὐτοῦ συγκληρονομήσῃς.

οὐ καταφρονητέον γὰρ ἀεὶ τῆς περιγραφῆς, οὐδὲ θαυμαστὸς πλούσιος νοῦν οὐκ ἔχων.

πρὸ πυρὸς ἀτμὶς καμίνου καὶ καπνός, οὕτως πρὸ αἱμάτων λοιδορίαι.

φίλον σκεπάσαι οὐκ αἰσχυνθήσομαι, καὶ ἀπὸ προσώπου αὐτοῦ οὐ μὴ κρυβῶ, καὶ εἰ κακά μου συμβήσονται δι’ αὐτόν,

πᾶς ὁ ἀκούων φυλάξεται ἀπ’ αὐτοῦ.

τίς δώσει μοι ἐπὶ στόματός μου φυλακὴν καὶ ἐπὶ τῶν χειλέων μου σφραγῖδα πανοῦργον, ἵνα μὴ πέσω αἰφνιδίως ἀπ’ αὐτῆς, κοὶ ἡ γλῶσσά μου μὴ ἀπολέσῃ με;

Κύριε, πάτερ καὶ δέσποτα ζωῆς ἁπάσης, μὴ ἐγκαταλίπῃς με ἐν βουλῆ αὐτῶν, καὶ μὴ ἀφῇς με πεσεῖν ἐν αὐτοῖς.

τίς ἐπιστήσει ἐπὶ τοῦ διανοήματός μου μάστιγας, καὶ ἐπὶ τῆς καρδίας μου παιδείαν σοφίας, ἵνα μὴ ἐπὶ τοῖς ἀγνοήμασί μου μὴ φείσῃ σύ, κύριε; τὰς δὲ ὕβρεις τῶν ἐν ἐπαγγελίᾳ ἁμαρτωλῶν μὴ παρῇς,

ὅπως μὴ πληθυνθῶσιν αἱ ἄγνοιαί μου, καὶ αἱ ἁμαρτίαι μου πλέον ᾄσουσιν εἰς συντριβήν, καὶ πεσοῦμαι ἔναντι τῶν ὑπεναντίων, καὶ ἐπιχαρεῖταί μοι ὁ ἐχθρός μου· ὧν μακράν ἐστιν ἡ ἐλπὶς τοῦ ἐλέους σου.

κύριε, πάτερ καὶ θεὲ ζωῆς μου, μετεωρισμὸν ὀφθαλμῶν [*](165 2) μή μοι δῷς, καὶ γιγαντώδη ψυχὴν ἀπόστησον διὰ παντὸς ἀπὸ δούλων σου,

ἐλπίδας κενὰς καὶ ἐπιθυμίας ἀπόστρεψον ἀπ’ ἑ μοῦ, καὶ κρατήσεις τὸν θέλοντά σοι δουλεύειν διὰ παντός.

κοιλίας ὄρεξις καὶ συνουσιασμὸς μὴ καταλαβέτωσάν με, καὶ ψυχῇ ἀναιδεῖ μὴ παραδῷς με τὸν οἰκέτην σου.

Παιδεία στόματος.

ἀκούσατε, τέκνα, παιδείαν στόματος ἀληθινοῦ, καὶ ὁ φυλάσσων οὐ μὴ ἁλῷ ἐν τοῖς χείλεσιν αὐτοῦ·

ἐν τῇ ἀφροσύνη αὐτοῦ καταλειφθήσεται ὁ ἁμαρτωλός, καὶ λοίδορος καὶ ὑπερήφανος σκανδαλισθήσονται ἐν αὐτοῖς·

ὅρκῳ μὴ ἐθίσῃς τὸ στόμα σου, καὶ ὀνομασίᾳ τοῦ ἁγίου μὴ συνεθισθῇς.

ὥσπερ γὰρ οἰκέτης ἐξεταζόμενος ἐνδελεχῶς

31
ἀπὸ μώλωπος οὐκ ἐλαττωθήσεται, οὕτως ὁ ὀμνύων καὶ ὀνομάζων διὰ παντὸς οὐ μὴ καθαρισθῇ ἀπὸ ἁμαρτιῶν.

ἀνὴρ πολύορκος πλησθήσεται ἀνομίας, καὶ οὐκ ἀποστήσεται ἀπὸ τοῦ οἴκου αὐτοῦ μάστιγξ. ἐὰν πλημμελήσῃ, ἁμαρτία αὐτοῦ ἐπ’ αὐτῷ, κἂν ὑπερίδῃ, ἥμαρτε δισσῶς·

καὶ εἰ διὰ κενῆς ὤμοσεν, οὐ δικαιωθήσεται, πλησθήσεται γὰρ ἐπαγωγῆς ὁ οἶκος αὐτοῦ.

ἔστι λέξις ἀντιπεριβεβλημένη θανάτῳ, μὴ εὑρεθήτω ἐν κληρονομίᾳ ᾿Ιακώβ·

ἀπὸ γὰρ εὐσεβῶν ταῦτα πάντα ἀποστήσεται, καὶ ἐν ἁμαρτίαις οὐκ ἐγκυλισθήσονται.

ἀκολασίᾳ ὅρκου μὴ ἐθίσῃς τὸ στόμα σου· ἔστι γὰρ ἐν αὐτὴ λόγος ἁμαρτίας.