Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

δέησις πτωχοῦ ἐκ στόματος ἕως ὠτίων αὐτοῦ, καὶ τὸ κρίμα αὐτοῦ κατὰ σπουδὴν ἔρχεται.

μισῶν ἐλεγμὸν ἐν ἴχνει ἁμαρτωλοῦ, καὶ ὁ φοβούμενος κύριον ἐπιστρέψει ἐν καρδίᾳ αὐτοῦ.

γνωστὸς μακρόθεν ὁ δυνατὸς ἐν γλώσσῃ, ὁ δὲ νοήμων οἶδεν ἐν τῷ ὀλισθαίνειν αὐτόν.

ὁ οἰκοδομῶν τὴν οἰκίαν αὐτοῦ ἐν χρήμασιν ἀλλοτρίοις ὡς ὁ συνάγων ἑαυτῷ λίθους εἰς χῶμα ταφῆς αὐτοῦ.

στιππύον συνηγμένον συναγωγὴ ἀνόμων, καὶ ἡ συντέλεια αὐτῶν φλὸξ πυρὸς εἰς ἀπώλειαν.

ὁδὸς ἁμαρτωλῶν ὡμαλισμένη ὑπὸ λίθων, καὶ ἐπ’ ἐσχάτου [*](29 Cod. φιμὸς)

28
αὐτῆς βόθρος ᾅδου.

ὁ φυλάσσων νόμον Κυρίου κρατεῖ τοῦ ἐννοήματος νοήματος αὐτοῦ, συντέλεια δὲ τοῦ φόβου κυρίου σοφίας πρόσληψις.

οὐ παιδευθήσεται ὃς οὐκ ἔστι πανοῦργος· ἔστι γὰρ πανουργία πληθύνουσα πικρίαν.