Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

γνῶσις σοφοῦ ὡς κατακλυσμὸς πληθυνθήσεται, καὶ ἡ βουλὴ αὐτοῦ ὡς πηγὴ ἁγνὴ ζωῆς.

ἔγκατα μωροῦ ὡς ἀγγεῖον συντετριμμένον, πᾶσαν γνῶσιν οὐ κρατήσει ἐν ζωῇ αὐτοῦ.

λόγον σοφὸν ἐὰν ἀκούσῃ ἐπιστήμων, αἰνέσει αὐτὸν καὶ ἐπ’ αὐτὸν προσθήσει·

ἤκουσεν αὐτὸν ἀσύνετος καὶ ἀπήρεσεν αὐτῷ, καὶ ἀπέστρεψεν αὐτὸν ὀπίσω τοῦ νώτου αὐτοῦ.

ἐξήγησις μωροῦ ὡς ἐν ὁδῷ φορτίον, ἐπὶ δὲ χείλους συνετοῦ [*](164 1) εὑρεθήσεται χάρις.

στόμα φρονίμου ζητηθήσεται ἐν ἐκκλησίᾳ.

ὡς οἶκος ἠφανισμένος οὕτως μωρῷ σοφία, καὶ τοὺς λόγους αὐτοῦ διανοηθήσονται ἐν καρδίᾳ καὶ γνῶσις ἀσυνέτου ἀδιεξέταστοι λόγοι.

πέδαι ἐν ποσὶν ἀνοήτοις παιδεία, καὶ ὡς χειροπέδαι ἐπὶ χειρὸς δεξιᾶς.

μωρὸς ἐν γέλωτι ἀνυψοῖ φωνὴν αὐτοῦ, ἀνὴρ δὲ πανοῦργος μόλις ἡσυχῆ μειδιάσει.